§18.42.1μετὰ δὲ ταῦτα ὁ Εὐμενὴς πρὸς τὸν Ἀντίπατρον πρεσβευτὰς ἀπέστειλε περὶ τῶν ὁμολογιῶν, ὧν ἦν ἡγούμενος Ἱερώνυμος ὁ τὰς τῶν διαδόχων ἱστορίας γεγραφώς.
この後、エウメネスは合意に関してアンティパトロスのもとへ使節たちを派遣したが、その使節たちの長は、後継者たちの歴史を著したヒエロニュモスであった。
αὐτὸς δὲ πολλαῖς καὶ ποικίλαις κεχρημένος τοῦ βίου μεταβολαῖς οὐκ ἐταπεινοῦτο τῷ φρονήματι, σαφῶς εἰδὼς τὴν τύχην ὀξείας τὰς εἰς ἀμφότερα τὰ μέρη ποιουμένην μεταβολάς.
彼自身は人生の多くの、かつ様々な変転を経験していたが、気力をくじかれることはなかった。 それは、運命が両方の方向へ急速な変化をもたらすものであることを、彼がはっきりと知っていたからである。
§18.42.2ἑώρα γὰρ τοὺς μὲν τῶν Μακεδόνων βασιλεῖς κενὸν ἔχοντας τὸ τῆς βασιλείας πρόσχημα, πολλοὺς δὲ καὶ μεγάλους τοῖς φρονήμασιν ἄνδρας διαδεχομένους τὰς ἡγεμονίας, πάντας δὲ ἰδιοπραγεῖν βουλομένους.
というのも、彼はマケドニアの王たちが王権の空虚な外見を保持しているにすぎず、一方で気概にあふれた多くの偉大な男たちが指導権を継承しており、誰もが独自の行動をとることを望んでいるのを目にしていたからである。
ἤλπιζεν οὖν, ὅπερ ἦν πρὸς ἀλήθειαν, πολλοὺς αὐτοῦ χρείαν ἕξειν διά τε τὴν φρόνησιν καὶ τὴν ἐμπειρίαν τῶν πολεμικῶν, ἔτι δὲ τὴν ὑπερβολὴν τῆς ἐν τῇ πίστει βεβαιότητος.
それゆえ彼は、実際その通りであったのだが、彼の思慮深さと戦争における経験、さらには彼の忠誠の比類なき堅固さゆえに、多くの者が彼を必要とすることになるだろうと期待していた。
§18.42.3ὁρῶν δὲ τοὺς ἵππους, διὰ τὴν ἐν τῇ στενοχωρίᾳ τραχύτητα μὴ δυναμένους γυμνάζεσθαι, πρὸς τὴν ἐν ταῖς ἱππομαχίαις χρείαν ἀχρήστους ἐσομένους ἐπενοήσατό τινα ξένην καὶ παρηλλαγμένην τῶν ἵππων γυμνασίαν.
しかし、馬たちが狭い場所での険しさのゆえに運動することができず、騎馬戦における必要に対して使い物にならなくなるであろうことを見てとり、彼は馬たちのための、ある奇妙で一風変わった訓練方法を考案した。
§18.42.4τὰς γὰρ κεφαλὰς αὐτῶν ταῖς σειραῖς ἀναδεσμεύων ἔκ τινων δοκίων ἢ παττάλων καὶ δύο ἢ τρεῖς διχάδας ἐωρήσας συνηνάγκαζεν τοῖς ὀπισθίοις ποσὶν ἐπιβεβηκέναι, τοῖς δʼ ἔμπροσθεν μόγις ψαύειν τῆς γῆς μικρὸν ἀπολείποντας·
すなわち、彼は彼らの頭をロープでいくつかの梁や杭から吊り下げて縛り、二、三の吊り具で宙に浮かせることによって、後ろ脚で立ち、前脚は地面からわずかに離れてかろうじて触れる程度にすることを強いたのである。
εὐθὺς οὖν ὁ μὲν ἵππος βουλόμενος στηρίζεσθαι τοῖς ἐμπροσθίοις διεπονεῖτο τῷ τε σώματι παντὶ καὶ τοῖς σκέλεσι, συμπασχόντων ἁπάντων τῶν κατὰ τὸν ὄγκον μελῶν·
するとすぐに、馬は前脚で体を支えようとして、体全体と脚を激しく動かして鍛えられ、その巨体全体のすべての肢体もともに連動することになった。
τοιαύτης δὲ γινομένης κινήσεως ἱδρώς τε πολὺς ἐκ τοῦ σώματος ἐξεχεῖτο καὶ τῇ τῶν πόνων ὑπερβολῇ τὴν ἀκρότητα τῶν γυμνασίων τοῖς ζῴοις περιεποιεῖτο.
このような運動が行われることで、体から多くの汗が流れ出し、この過酷な労作によって、彼は動物たちに極限の訓練効果をもたらしたのである。
§18.42.5τοῖς δὲ στρατιώταις ἅπασι τὰς αὐτὰς τροφὰς παρείχετο, μετέχων αὐτὸς τῆς λιτότητος, καὶ διὰ τῆς ὁμοίας συμπεριφορᾶς πολλὴν εὔνοιαν ἑαυτῷ, τοῖς δὲ συμπεφευγόσι πᾶσιν ὁμόνοιαν συγκατεσκεύασε.
また彼は、すべての兵士たちに自分と同じ食糧を提供し、自らもその質素さを分かち合い、同様の交際態度によって、自分に対する多大な好意と、ともに逃げ込んだすべての人々の間に和合を作り出した。
καὶ τὰ μὲν κατὰ τὸν Εὐμενῆ καὶ τοὺς συμπεφευγότας εἰς τὴν πέτραν ἐν τούτοις ἦν.
こうして、エウメネスと、あの岩にともに逃げ込んだ者たちの状況は、このようなものであった。