§18.28.1ἡ μὲν οὖν ἁρμάμαξα, τοιαύτην ἔχουσα τὴν κατασκευὴν καὶ διὰ τῆς ὁράσεως μᾶλλον ἢ τῆς ἀπαγγελίας φαινομένη μεγαλοπρεπεστέρα, πολλοὺς ἐπεσπᾶτο θεωροὺς διὰ τὴν περιβόητον δόξαν·
さて、この葬送馬車は、このような構造を持ち、言葉で聞くよりも実際に目にする方がはるかに壮麗に見えたが、その鳴り響く名声のゆえに、多くの見物人を引き寄せた。
οἱ γὰρ ἐκ τῶν πόλεων καθʼ ἃς αἰεὶ γίνοιτο πανδημεὶ συνήντων καὶ πάλιν προέπεμπον, οὐκ ἐμπιμπλάμενοι τῆς κατὰ τὴν θεωρίαν τέρψεως.
それが通過する都市の人々は、どこでもこぞって出迎え、また見送り、それを見る楽しみに飽き足ることがなかった。
§18.28.2ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ παρηκολούθει πλῆθος ὁδοποιῶν καὶ τεχνιτῶν, ἔτι δὲ τῶν στρατιωτῶν παραπεμπόντων.
そして、この壮麗さにふさわしく、多くの道路建設労働者や職人たち、さらには兵士たちが護衛しながら随行していた。
Ἀρριδαῖος μὲν οὖν σχεδὸν ἔτη δύο καταναλώσας περὶ τὴν κατασκευὴν τῶν ἔργων ἀπεκόμισε τὸ σῶμα τοῦ βασιλέως ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον·
さて、アリダイオスは、この製作作業にほぼ二年間を費やしたのち、王の遺体をバビロンからエジプトへと搬送した。
§18.28.3Πτολεμαῖος δὲ τιμῶν τὸν Ἀλέξανδρον ἀπήντησε μετὰ δυνάμεως μέχρι τῆς Συρίας καὶ παραλαβὼν τὸ σῶμα τῆς μεγίστης φροντίδος ἠξίωσεν.
プトレマイオスはアレクサンドロスに敬意を表して、軍勢を率いてシリアまで出迎えに行き、遺体を受け取ると、これに最大の配慮を尽くした。
ἔκρινε γὰρ ἐπὶ τοῦ παρόντος εἰς μὲν Ἄμμωνα μὴ παρακομίζειν, κατὰ δὲ τὴν ἐκτισμένην ὑπʼ αὐτοῦ πόλιν, ἐπιφανεστάτην οὖσαν σχεδόν τι τῶν κατὰ τὴν οἰκουμένην, ἀποθέσθαι.
というのも、彼は当面の間はアモンの神託所へは搬送せず、彼によって建設された都市、すなわち人が住む世界の中でほぼ最も名高い都市に安置することを決定したからである。
§18.28.4κατεσκεύασεν οὖν τέμενος κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν κατασκευὴν τῆς Ἀλεξάνδρου δόξης ἄξιον, ἐν ᾧ κηδεύσας αὐτὸν καὶ θυσίαις ἡρωικαῖς καὶ ἀγῶσι μεγαλοπρεπέσι τιμήσας οὐ παρʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παρὰ θεῶν καλὰς ἀμοιβὰς ἔλαβεν.
そこで彼は、規模においても構造においてもアレクサンドロスの名声にふさわしい聖域を建設し、その中に彼を葬り、英雄に対する犠牲と壮麗な競技をもって彼を称え、人間からだけでなく、神々からも素晴らしい報いを受けた。
§18.28.5οἱ μὲν γὰρ ἄνθρωποι διὰ τὸ τῆς ψυχῆς εὐχάριστον καὶ μεγαλόψυχον συνέτρεχον πάντοθεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προθύμως ἑαυτοὺς εἰς τὴν στρατείαν παρείχοντο, καίπερ τῆς βασιλικῆς δυνάμεως μελλούσης πολεμεῖν πρὸς Πτολεμαῖον, καὶ κινδύνων προδήλων καὶ μεγάλων ὄντων ὅμως ἅπαντες τὴν τούτου σωτηρίαν τοῖς ἰδίοις κινδύνοις ἑκουσίως περιεποιήσαντο·
人間たちは、プトレマイオスの魂の寛大さと気高さのゆえに、あらゆる場所からアレクサンドリアへと集まり、自ら進んで軍務に身を捧げた。 王の軍勢がプトレマイオスに対して戦争を仕掛けようとしており、危険が明白かつ重大であったにもかかわらず、それでも彼らはみな、自らの危険を冒して彼の安全を自発的に確保した。
§18.28.6οἱ δὲ θεοὶ διὰ τὴν ἀρετὴν καὶ εἰς πάντας τοὺς φίλους ἐπιείκειαν ἐκ τῶν μεγίστων κινδύνων παραδόξως αὐτὸν διέσωσαν.
他方で神々は、彼の徳とすべての友人に対する寛大さのゆえに、彼を最大の危険から奇跡的に救い出した。