Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §18.20.1-18.20.7

ムナシクレスの離反とティブロンの艦隊壊滅

21 / 301 箇所 · ギリシア語

要旨

ティブロンの部下であったムナシクレスがキュレネ側に寝返り、ティブロンの留守を突いて港を奪還する。ティブロンは別都市を攻略して持ち直そうとするが、リビア人の伏兵や嵐によって海軍の大部分を失う打撃を受ける。

§18.20.1οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων ἡ τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας.
このように物事がティブロンにとって進んでいたが、運命は速やかに変化して、以下のような理由によって彼を没落させた。
τῶν ἡγεμόνων τῶν παρʼ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δʼ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους.
彼の部下の将軍たちの一人で、生まれはクレタ人、名はムナシクレスであり、軍事的な事績に経験を有していた者が、戦利品の分配について不満を述べて彼と対立し、生まれつき騒乱を好み大胆であったため、キュレネ人たちのもとへと脱走した。
§18.20.2κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι.
彼はティブロンの残虐さと不実さについて多くを告発し、彼らに合意を破棄して自由を固守するよう説得した。
διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων ὁ μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην·
それゆえ、わずか六十タラントンだけが支払われ、残りの資金が支払われなかったため、ティブロンは離反した者たちを非難し、港にいたキュレネ人のうち、約八十人であった者たちを捕らえ、直ちに軍勢をその都市に率いてキュレネを包囲攻撃した。
οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε.
しかし、何も成し遂げることができず、再び港へと引き返した。
§18.20.3τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν.
バルカ人たちとヘスペリス人たちがティブロンと同盟していたため、キュレネ人たちは軍勢の一部をキュレネに残し、一部を率いて出征し、近隣の者たちの土地を略奪した。
§18.20.4τούτων δʼ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν.
彼らがティブロンに救援を求めたため、彼はすべての兵士を率いて、同盟を助けに出撃した。
καθʼ ὃν δὴ χρόνον ὁ Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι.
まさにその時、あのクレタ人は港が手薄になっていることを見抜いて、キュレネに残されていた者たちに港を襲撃するよう説得した。
§18.20.5ὑπακουσάντων δʼ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει.
彼らが直ちに従ったので、自ら先導して港を襲撃し、ティブロンの不在により容易にそれを掌握すると、残されていた貨物を商人たちに返還し、港を熱心に守備した。
§18.20.6ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς·
一方、ティブロンは最初は意気消沈していた。 要衝の地と兵士たちの手荷物を失ってしまったからである。
μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι.
しかしその後、彼は気力を取り戻し、タウケイラと呼ばれる都市を包囲攻撃して陥落させたことで希望を膨らませた。
μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.
しかし、まもなく彼が再び大きな敗北に遭遇することとなった。
§18.20.7οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθʼ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι.
というのも、船の中にいた者たちは、港を奪われており、食糧に困窮していたため、毎日陸地へと上陸し、そこから食糧を調達するのを常としていたからである。
οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δʼ ἐζώγρησαν·
しかし、リビア人たちは彼らがその土地をさまよっているところを待ち伏せし、多くの者を殺害し、少なからぬ者を捕虜にした。
οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις.
危険から生き残った者たちは船に逃げ込んで、同盟諸都市へと出航した。
ἐπιγενομένου δὲ μεγάλου πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δʼ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δʼ εἰς Αἴγυπτον ἀπερρίφησαν.
しかし、大風が発生したため、大半の船は海に呑み込まれ、残りのもののうち、あるものはキプロスへ、あるものはエジプトへと漂着した。

語釈・文法注

  1. §18.20.1τὸ γένος — `τὸ γένος` およびそれに続く `ὄνομα`(名は)は、それぞれ関係対格(限定の対格)の用法であり、名詞や形容詞の適用範囲を限定している(「生まれはクレタ人」「名はムナシクレス」)。
  2. §18.20.6ἀνέδραμε ταῖς ἐλπίσι — `ἀνατρέχω`(駆け上る、立ち戻る)と手段・連合の与格 `ταῖς ἐλπίσι`(希望によって)を組み合わせた慣用表現で、一度失いかけた希望を「再びふくらませる」「取り戻す」ことを意味する。
  3. §18.20.6συνέβη — 非人称動詞であり、対格不定詞句 `αὐτὸν περιπεσεῖν μεγαλοις ἐλαττώμασιν`(彼が大きな敗北に遭遇すること)を実質的な主語としてとる。「彼が〜する事態が起こった」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §18.20.1-18.20.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.20.1-18.20.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。