Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §18.20.1-18.20.7

姆纳西克莱斯的叛变与塞布隆舰队的覆灭

第 21 段,共 301 段 · 希腊语

内容简介

塞布隆的部下姆纳西克莱斯投奔基利奈人,并在塞布隆不在时夺回了港口。虽然塞布隆试图通过攻占另一座城市来挽回局面,但他因利比亚人的伏击和暴风雨而失去了大部分海军力量,遭遇重大挫折。

§18.20.1οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων ἡ τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας.
正当塞布隆的事务如此顺利进行时,命运迅速发生转变,因以下原因使他陷入低谷。
τῶν ἡγεμόνων τῶν παρʼ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δʼ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους.
他手下的一位将领,按出身是克里特人,名叫姆纳西克莱斯,对军事事务颇有经验,因对战利品分配提出异议而与他发生争执,且因其天性骚乱而大胆,便投奔了基利奈人。
§18.20.2κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι.
他极力指责塞布隆的残忍与不守信用,说服他们废除协议并坚持争取自由。
διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων ὁ μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην· οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε.
因此,在仅支付了六十塔兰特而其余资金未予支付的情况下,塞布隆指责了背叛者,逮捕了当时在港口的基利奈人(约有八十人),并立即率军攻打该城,包围了基利奈;但他未能取得任何进展,便又返回了港口。
§18.20.3τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν.
由于巴尔卡人和赫斯페里테인与塞布隆结盟,基利奈人将一部分军队留在基利奈,而率领另一部分军队出征,掠夺邻近居民的领土。
§18.20.4τούτων δʼ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν.
当这些人请求塞布隆援助时,他带领所有士兵前去支援盟友。
καθʼ ὃν δὴ χρόνον ὁ Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι.
正是在这个时候,那个克里特人料到港口防备空虚,便说服留在基利奈的人去袭击港口。
§18.20.5ὑπακουσάντων δʼ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει.
他们立即顺从,他亲自带头袭击了港口,并因塞布隆不在,轻易将其掌控,把剩余的货物归还给商人们,并尽职地守卫着港口。
§18.20.6ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς· μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι.
塞布隆起初十分沮丧,因为他失去了一个要地和士兵们的行李;但此后,他重整旗鼓,通过围攻夺取了名为陶契拉的城市,重新燃起了希望。
μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.
但在不久之后,他再次遭遇了巨大的挫折。
§18.20.7οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθʼ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι.
因为那些在船上的人,由于失去了港口且缺乏粮食,习惯于每天上岸并在那里筹集食物。
οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δʼ ἐζώγρησαν· οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις.
然而,利比亚人伏击了在土地上徘徊的他们,杀死了许多人,并活捉了不仅少数的人;从危险中幸存下来的人逃回船上,启航前往盟国城市。
ἐπιγενομένου δὲ μεγάλου πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δʼ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δʼ εἰς Αἴγυπτον ἀπερρίφησαν.
但当大风刮起时,大多数船只被大海吞噬,其余的有些被吹到了塞浦路斯,有些被吹到了埃及。

词汇与语法注释

  1. §18.20.1τὸ γένος — 字词 `τὸ γένος` 以及随后的 `ὄνομα`(名字为)是关系宾格(或称限定宾格)的用法,用以限定名词或形容词的适用范围(“按出身是克里特人”,“名叫姆纳西克莱斯”)。
  2. §18.20.6ἀνέδραμε ταῖς ἐλπίσι — 将 `ἀνατρέχω`(跑回、升起)与表示手段或协同的与格 `ταῖς ἐλπίσι`(凭借希望)结合的惯用表达,意为“重新燃起”或“恢复”希望。
  3. §18.20.6συνέβη — 这是一个无人称动词,以宾格加不定式短语 `αὐτὸν περιπεσεῖν μεγαλοις ἐλαττώμασιν`(他遭遇巨大挫折)作为其实际主语。其功能是表达“发生了他……的事情”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §18.20.1-18.20.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.20.1-18.20.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。