Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.88.1-17.88.7

象部隊の激突とポロス王の奮戦と敗北

693 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスとポロスの戦闘において、インドの戦象部隊の猛攻とポロスの奮戦が描かれるが、最終的にアレクサンドロスの部隊の集中攻撃によりポロスが倒れ、インド軍は潰走する。

§17.88.1γενομένης δὲ μάχης τὸ μὲν πρῶτον τοῖς ἱππεῦσιν ἅπαντα σχεδὸν τὰ ἅρματα τῶν Ἰνδῶν διεφθάρη·
戦いが始まると、最初はインド人の戦車のほぼすべてが騎兵たちによって破壊された。
μετὰ δὲ ταῦτα τῶν ἐλεφάντων ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς ἀλκαῖς δεόντως χρωμένων οἱ μὲν ὑπὸ τῶν θηρίων συμπατούμενοι μετὰ τῶν ὅπλων θραυομένων τῶν ὀστῶν ἀπώλλυντο, οἱ δὲ ταῖς προνομαῖς περιλαμβανόμενοι καὶ πρὸς ὕψος ἐξαρθέντες πάλιν πρὸς τὴν γῆν ἐράττοντο καὶ δεινοῖς θανάτοις περιέπιπτον, πολλοὶ δὲ τοῖς ὀδοῦσι συγκεντούμενοι καὶ διʼ ὅλων τῶν σωμάτων τιτρωσκόμενοι παραχρῆμα τοῦ ζῆν ἐστερίσκοντο.
その後、象たちがその体躯の優位と強大な力を十全に用いたので、ある者たちは獣たちに踏みつけられ、武具とともに骨を砕かれて死んでいき、別の者たちは(象の)鼻に巻き上げられて高く持ち上げられた上で、再び地面に叩きつけられて無残な死を遂げ、多くの者が牙で刺し貫かれ、体中を傷つけられて、その場で命を奪われた。
§17.88.2τῶν δὲ Μακεδόνων εὐρώστως ὑπομενόντων τὸ δεινὸν καὶ τοὺς ἀνὰ μέσον τῶν θηρίων ταῖς σαρίσαις ἀναιρούντων ἰσόρροπος ἦν ἡ μάχη.
しかし、マケドニア兵たちがその恐るべき事態に力強く耐え忍び、獣たちの間にいる敵兵たちをサリサで打ち倒していたので、戦いは互角であった。
§17.88.3μετὰ δὲ ταῦτα τῶν θηρίων συνακοντιζομένων καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων περιοδύνων γινομένων οἱ μὲν περιβεβηκότες αὐτοῖς Ἰνδοὶ κρατεῖν τῆς ὁρμῆς τῶν ζῴων οὐκ ἴσχυον·
その後、獣たちが(四方から)一斉に槍を投げつけられ、数多くの傷のために激痛に苛まれるようになると、それらに乗っていたインド兵たちは、獣たちの暴走を制御することができなくなった。
ἐκνεύοντα γὰρ εἰς τοὺς ἰδίους ταῖς ὁρμαῖς ἀκατασχέτως ἐφέρετο καὶ τοὺς φίλους συνεπάτει·
というのも、[獣たちは]味方の方へと向きを変え、抑えきれない勢いで突進し、味方を踏みつぶしたからである。
§17.88.4ταραχῆς δὲ πολλῆς γινομένης ὁ Πῶρος συνιδὼν τὸ γινόμενον καὶ τεταγμένος ἐπὶ τοῦ κρατίστου τῶν ἐλεφάντων ἤθροισε περὶ αὑτὸν τεσσαράκοντα τῶν θηρίων τὰ μήπω τεταραγμένα καὶ τῶν βάρει τῶν ἐλεφάντων ἐπιβαλὼν τοῖς πολεμίοις πολὺν ἐποίει φόνον, ἅτε καὶ τῇ ῥώμῃ τοῦ σώματος πολὺ προέχων τῶν συστρατευομένων·
大きな混乱が生じる中、ポロスは起こっていることを見定め、最も強健な象に乗って陣を敷いていたが、自分の周りに、まだ混乱していない獣たちを四十頭集め、象たちの重みをもって敵に襲いかかって多くの殺戮を行った。 彼自身も肉体の力において、ともに戦う者たちをはるかに凌駕していたからである。
τὸ γὰρ μῆκος ἦν πηχῶν πέντε, τὸ δʼ εὖρος ὑπῆρχεν ὁ θώραξ αὐτοῦ διπλάσιος τῶν ἄλλων τῶν εὐρωστίᾳ διαφερόντων.
というのも、彼の身長は五ペーキュスあり、彼の胸当てはその幅において、強健さにおいて傑出している他の者たちのものの二倍あったからである。
§17.88.5διόπερ τὰ βαλλόμενα σαυνία τοιαύτην εἶχε δύναμιν ὥστε μὴ πολὺ λείπεσθαι τῶν καταπελτικῶν βελῶν.
それゆえ、[彼によって]投げられる投げ槍は、カタパルトの矢にさほど劣らないほどの威力を有していた。
τῶν δʼ ἀντιτεταγμένων Μακεδόνων καταπεπληγμένων τὴν ἀνδραγαθίαν τοῦ Πώρου ὁ Ἀλέξανδρος μεταπεμψάμενος τοὺς τοξότας καὶ τὰ ψιλικὰ τῶν ταγμάτων προσέταξεν ἅπαντας βάλλειν ἐπὶ τὸν Πῶρον.
対峙するマケドニア兵たちがポロスの勇猛さに圧倒されていたので、アレクサンドロスは弓兵たちと軽装兵の部隊を呼び寄せ、全員にポロスを狙って(槍や矢を)放つよう命じた。
§17.88.6ταχὺ δὲ τῶν στρατιωτῶν πραξάντων τὸ παραγγελθὲν καὶ βελῶν ἅμα πολλῶν ἐνεχθέντων ἐπὶ τὸν Ἰνδὸν καὶ πάντων ἐπιτυγχανόντων διὰ τὸ μέγεθος τοῦ σκοποῦ ὁ μὲν Πῶρος ἡρωικῶς ἀγωνισάμενος καὶ διὰ τὸ πλῆθος τῶν τραυμάτων γενόμενος ἔξαιμος ἐλιποψύχησεν καὶ περικλασθεὶς περὶ τὸ θηρίον πρὸς τὴν γῆν κατηνέχθη.
兵士たちが命じられたことを速やかに実行し、多くの飛び道具がそのインド人に向けて一斉に放たれ、標的の大きさゆえにそのすべてが命中したので、ポロスは英雄的に戦ったものの、無数の傷のために出血多量となって意識を失い、獣(象)の体に寄りかかるようにして、地面に崩れ落ちた。
§17.88.7διαδοθείσης δὲ φήμης ὅτι τετελεύτηκεν ὁ βασιλεύς, τὸ λοιπὸν πλῆθος τῶν Ἰνδῶν πρὸς φυγὴν ὥρμησεν.
王が死んだという噂が広まると、残りのインド兵の群れは一斉に逃走し始めた。

語釈・文法注

  1. §17.88.1μετὰ τῶν ὅπλων θραυομένων τῶν ὀστῶν — θραυομένων τῶν ὀστῶν は属格絶対構造であり、μετὰ τῶν ὅπλων(武具とともに)がこれを修飾している。兵士たちの骨が、身につけていた強固な武具もろとも粉砕されたという凄惨な状況を表す。
  2. §17.88.4τὸ γὰρ μῆκος ἦν πηχῶν πέντε, τὸ δʼ εὖρος ὑπῆρχεν ὁ θώραξ αὐτοῦ διπλάσιος τῶν ἄλλων — μῆκος(身長・高さ)と εὖρος(幅・横)は、それぞれ関係・観点の対格として機能している。構造としては、前半が「彼の身長は五ペーキュス(約2.3メートル)であった」、後半が「彼の胸当て(ὁ θώραξ αὐτοῦ)はその幅において他者の二倍あった」となる。
  3. §17.88.5καταπεπληγμένων τὴν ἀνδραγαθίαν — 動詞 καταπλήττω の受動態完了分詞属格 καταπεπληγμένων(属格絶対の一部)に、関係の対格 τὴν ἀνδραγαθίαν(勇猛さに関して)が結びついており、「(ポロスの)勇猛さに圧倒されて」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.88.1-17.88.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.88.1-17.88.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。