§16.95.1Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθʼ ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι.
このように、フィリッポスは、同時代におけるヨーロッパの王たちの中で最も偉大な者となり、その支配の大きさゆえに自らを十二神と同座する者と数え上げたが、二十四年間にわたり統治した後に、このような生涯の最期を迎えた。
§16.95.2δοκεῖ δʼ οὗτος ὁ βασιλεὺς ἐλαχίστας μὲν εἰς τὴν μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρʼ Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης.
この王は、君主国を興すにあたって極めて小さな資源しか引き継がなかったものの、ギリシア人の間で最大の君主国を築き上げ、武力における勇猛さよりも、言葉による対話と親善によってその覇権を拡大したとみられている。
§16.95.3φασὶ δὲ καὶ αὐτὸν τὸν Φίλιππον σεμνύνεσθαι μᾶλλον ἐπὶ τῇ στρατηγικῇ συνέσει καὶ τοῖς διὰ τῆς ὁμιλίας ἐπιτεύγμασιν ἤπερ ἐπὶ τῇ κατὰ τὰς μάχας ἀνδρείᾳ·
フィリッポス自身も、戦闘における勇敢さよりも、将帥としての知性と対話による成果をいっそう誇りに思っていたと言われている。
§16.95.4τῶν μὲν γὰρ κατὰ τοὺς ἀγῶνας κατορθωμάτων μετέχειν ἅπαντας τοὺς στρατευομένους, τῶν δὲ διὰ τῆς ὁμιλίας γινομένων ἐπιτευγμάτων αὐτὸν μόνον λαμβάνειν τὴν ἐπιγραφήν.
なぜなら、戦闘における成功については従軍した者すべてが分かち合うのに対して、対話によって得られた成果については彼ひとりだけがその称賛を独占するからである。
§16.95.5ἡμεῖς δʼ ἐπειδὴ πάρεσμεν ἐπὶ τὴν Φιλίππου τελευτήν, ταύτην μὲν τὴν βίβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δʼ ἐχομένης ἀρχὴν τὴν Ἀλεξάνδρου παράληψιν τῆς βασιλείας ποιησάμενοι πειρασόμεθα περιλαβεῖν ἁπάσας αὐτοῦ τὰς πράξεις ἐν μιᾷ βίβλῳ.
さて、私たちはフィリッポスの死に到達したので、当初の計画に従ってこの巻をここで締めくくり、次の巻ではアレクサンドロスの王位継承を始まりとして、彼のすべての事跡を一つの巻に収めるように努めることとする。