§16.90.1κατὰ δὲ τὴν Σικελίαν Τιμολέων ὁ Κορίνθιος ἅπαντα τοῖς Συρακοσίοις καὶ τοῖς Σικελιώταις κατωρθωκὼς ἐτελεύτησε, στρατηγήσας ἔτη ὀκτώ.
シケリアにおいては、コリントス人のティモレオンが、シラクサ人およびシケリア人のためにあらゆる事柄を成功に導いて、将軍として八年間務めた後に世を去った。
οἱ δὲ Συρακόσιοι μεγάλως ἀποδεδεγμένοι τὸν ἄνδρα διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν μεγαλοπρεπῶς ἔθαψαν αὐτὸν καὶ κατὰ τὴν ἐκφορὰν ἀθροισθέντος τοῦ πλήθους τόδε τὸ ψήφισμα ἀνηγόρευσεν ὁ Δημήτριος ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων·
シラクサ人たちは、彼の徳と数々の恩恵の大きさゆえにこの男を深く敬愛していたので、彼を盛大に葬った。 そして葬儀に際して群衆が集まったとき、当時最も声の通る伝令官であったデメトリオスが次の決議文を布告した。
ἐψήφισται ὁ δᾶμος τῶν Συρακοσίων Τιμολέοντα Τιμαινέτου Κορίνθιον τόνδε θάπτειν μὲν ἀπὸ διακοσιᾶν μνᾶν, τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσσι μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τᾶς ἐλευθερίας τοῖς Σικελιώταις.
「シラクサ人の民衆は、ティマイネトスの子、コリントス人ティモレオンを二百ミナの費用で葬ること、そして彼を音楽、競馬、体育の競技によって永遠に称えることを決議した。 なぜなら、彼が僭主たちを打倒し、異民族を撃破し、ギリシア人の最大規模の諸都市を再建して、シケリア人に自由をもたらしたからである。
§16.90.2περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀριοβαρζάνης μὲν ἐτελεύτησεν βασιλεύσας ἔτη εἴκοσι καὶ ἕξ, τὴν δὲ βασιλείαν διαδεξάμενος Μιθριδάτης ἦρξεν ἔτη πέντε πρὸς τοῖς τριάκοντα.
」ほぼ同じ時期に、アリオバルザネスが二十六年間王位にあった後に世を去り、その王位を継承したミトリダテスが三十五年間支配した。
Ῥωμαῖοι δὲ πρὸς Λατίνους καὶ Καμπανοὺς παραταξάμενοι περὶ πόλιν Σούεσσαν ἐνίκησαν καὶ τῶν ἡττηθέντων μέρος τῆς χώρας ἀφείλοντο.
またローマ人たちは、スエッサの町の付近でラティウム人およびカンパニア人と対陣して勝利し、敗者たちの土地の一部を没収した。
ὁ δὲ κατωρθωκὼς τὴν μάχην Μάλλιος ὁ ὕπατος ἐθριάμβευσεν.
そして、この戦いを勝利に導いた執政官マンリウスは凱旋式を挙行した。