§12.13.1τὴν γὰρ γραμματικὴν παρὰ τὰς ἄλλας μαθήσεις προέκρινεν ὁ νομοθέτης, καὶ μάλα προσηκόντως·
というのも、立法者は他の学問よりも読み書きを優先したが、それは極めて適切なことであった。
διὰ γὰρ ταύτης τὰ πλεῖστα καὶ χρησιμώτατα τῶν πρὸς τὸν βίον ἐπιτελεῖσθαι, ψήφους, ἐπιστολάς, διαθήκας, νόμους, τἄλλα τὰ τὸν βίον μάλιστα ἐπανορθοῦντα.
なぜなら、これを通じて、生活に役立つ最も多くかつ最も有益な事柄、すなわち、投票、書簡、遺言、法律、その他、生活を最も良く正すものが、遂行されると考えたからである。
§12.13.2τίς γὰρ ἂν ἄξιον ἐγκώμιον διάθοιτο τῆς τῶν γραμμάτων μαθήσεως;
なぜなら、文字の学習に対して、誰がふさわしい賛辞を述べることができるだろうか。
διὰ γὰρ τούτων μόνων οἱ μὲν τετελευτηκότες τοῖς ζῶσι διαμνημονεύονται, οἱ δὲ μακρὰν τοῖς τόποις διεστῶτες τοῖς πλεῖστον ἀπέχουσιν ὡς πλησίον παρεστῶσι διὰ τῶν γεγραμμένων ὁμιλοῦσι·
これらだけを通じて、死者は生者たちに記憶され、また、地理的に遠く離れている人々は、最も遠く離れている人々と、まるで近くに立っているかのように、書かれたものを通じて語り合うからである。
ταῖς τε κατὰ πόλεμον συνθήκαις ἐν ἔθνεσιν ἢ βασιλεῦσι πρὸς διαμονὴν τῶν ὁμολογιῶν ἡ διὰ τῶν γραμμάτων ἀσφάλεια βεβαιοτάτην ἔχει πίστιν·
また、諸民族の間、あるいは諸王の間における戦争時の条約において、合意の永続性のために、文字を通じた安全保障は、最も確実な信頼性を有する。
καθόλου δὲ τὰς χαριεστάτας τῶν φρονίμων ἀνδρῶν ἀποφάσεις καὶ θεῶν χρησμούς, ἔτι δὲ φιλοσοφίαν καὶ πᾶσαν παιδείαν μόνη τηρεῖ καὶ τοῖς ἐπιγινομένοις ἀεὶ παραδίδωσιν εἰς ἅπαντα τὸν αἰῶνα.
そして全般的に、賢者たちの最も優美な格言や神々の神託、さらには哲学やあらゆる教育を、これだけが維持し、のちに来る人々へと常にとこしえに伝えるのである。
§12.13.3διὸ καὶ τοῦ μὲν ζῆν τὴν φύσιν αἰτίαν ὑποληπτέον, τοῦ δὲ καλῶς ζῆν τὴν ἐκ τῶν γραμμάτων συγκειμένην παιδείαν.
それゆえ、生きることについては自然を原因と見なべきであり、良く生きることについては文字から構成される教育を原因と見なすべきである。
ὅθεν ὡς μεγάλων τινῶν ἀγαθῶν ἀποστερουμένους τοὺς ἀγραμμάτους διωρθώσατο τῇ νομοθεσίᾳ ταύτῃ καὶ δημοσίας ἐπιμελείας τε καὶ δαπάνης ἠξίωσε,
それゆえ、文字の読めない人々を、何か大きな善いものを奪われている者たちと見なして、彼はこの立法によってこの状態を是正し、公的な配慮と費用の対象にするに値するとした。
§12.13.4καὶ τοσοῦτον ὑπερεβάλετο τοὺς πρότερον νομοθετήσαντας δημοσίῳ μισθῷ τοὺς νοσοῦντας τῶν ἰδιωτῶν ὑπὸ ἰατρῶν θεραπεύεσθαι, ὥσθʼ οἱ μὲν τὰ σώματα θεραπείας ἠξίωσαν, ὁ δὲ τὰς ψυχὰς τὰς ὑπʼ ἀπαιδευσίας ἐνοχλουμένας ἐθεράπευσε, κἀκείνων μὲν τῶν ἰατρῶν εὐχόμεθα μηδέποτε χρείαν ἔχειν, τοῖς δὲ τῆς παιδείας διδασκάλοις ἐπιθυμοῦμεν ἅπαντα τὸν χρόνον συνδιατρίβειν.
そして彼は、病気になった個人が公費で医師たちによって治療されるべきだとした以前の立法者たちを、次のような点において大いに凌駕した。 すなわち、彼らは身体を治療の対象とするに値としたが、彼は無教育によって損なわれている魂を治療したのである。 そして、私たちはそれらの医師たちを必要とすることが決してないようにと祈るが、教育の教師たちとはすべての時間を共に過ごすことを望むのである。