§10.620ταύτην γὰρ δὴ ἔφη τὴν θέαν ἀξίαν εἶναι ἰδεῖν, ὡς ἕκασται αἱ ψυχαὶ ᾑροῦντο τοὺς βίους·
「エルの話によれば、それぞれの魂がどのように人生を選んでいくかというその光景は、見るに値するものであった。
ἐλεινήν τε γὰρ ἰδεῖν εἶναι καὶ γελοίαν καὶ θαυμασίαν.
というのも、それは見るに憐れであり、滑稽でもあり、驚異的でもあったからである。
κατὰ συνήθειαν γὰρ τοῦ προτέρου βίου τὰ πολλὰ αἱρεῖσθαι.
彼らは大抵の場合、前世の習慣に従って選択をした。
ἰδεῖν μὲν γὰρ ψυχὴν ἔφη τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπʼ ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι·
彼が言うには、かつてオルペウスのものであった魂が、女たちによってもたらされた死のために女性の性を憎み、女から生まれて誕生することを望まず、白鳥の人生を選んでいるのを見たという。
ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην·
また、タミュラースの魂がサヨナキドリの人生を選んでいるのを見た。
ἰδεῖν δὲ καὶ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν, καὶ ἄλλα ζῷα μουσικὰ ὡσαύτως.
さらに、白鳥が人間の人生の選択へと移行するのを目撃し、他の音楽的な動物たちも同様にするのを見た。
εἰκοστὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον·
二十番目のくじを引いた魂はライオンの人生を選んだ。
εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως.
それはテラモーンの子アイアースの魂であり、武具の裁判を覚えていたため、人間になることを避けたのである。
τὴν δʼ ἐπὶ τούτῳ Ἀγαμέμνονος·
その次の魂はアガメムノーンのものであった。
ἔχθρᾳ δὲ καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη ἀετοῦ διαλλάξαι βίον.
これもまた、自らの苦難ゆえに人類を敵視し、鷲の人生へと取り替えた。
ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχήν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρός, οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν.
中ほどのくじを引いたアタランテーの魂は、男子競技者の受ける大きな名誉を見て、それを見過ごすことができずに、これを受け取った。
μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν·
その後に、パノペウスの子エペイオスの魂が、技術を持つ女性の性質へと移っていくのを見た。
πόρρω δʼ ἐν ὑστάτοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην.
そして、最後方のずっと遅い順位の中に、道化ものテルシーテースの魂が、猿の人生を身にまとっているのを見た。
κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην αἱρησομένην ἰέναι, μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου ἀπράγμονος, καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων, καὶ εἰπεῖν ἰδοῦσαν ὅτι τὰ αὐτὰ ἂν ἔπραξεν καὶ πρώτη λαχοῦσα, καὶ ἁσμένην ἑλέσθαι.
偶然にも、オデュッセウスの魂は、すべての中で最後のくじを引いて、選択するために進み出たが、かつての労苦の記憶から名誉欲から回復しており、平穏に暮らす一庶民の人生を長い時間をかけて探し回り、他の者たちから無視されてどこかに放置されていたものを、ようやく見つけ出した。 そしてそれを見て、たとえ自分が最初のくじを引いていたとしても同じことをしただろうと言って、喜んでそれを選んだ。
καὶ ἐκ τῶν ἄλλων δὴ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβάλλοντα, καὶ πάσας μείξεις μείγνυσθαι.
そして他の獣たちからも同様に、人間へと、あるいは互いへと移行していき、不正なものは野生の獣に、正しいものは従順な獣へと変化し、あらゆる混交が行われた。
ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν·
さて、すべての魂が人生を選び終えると、彼らくじを引いた順序に従ってラケシスの前へと進み出た。
ἐκείνην δʼ ἑκάστῳ ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.
すると彼女は、各人が選択した守護霊を、その人生の守護者とし、また選択された事柄の完遂者として、各自に同行させた。
ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κυροῦντα ἣν λαχὼν εἵλετο μοῖραν·
守護霊はまず、その魂をクロートーのもとへと導き、彼女の手の下、また紡錘の回転の旋回の下へと連れて行き、くじを引いて選んだ運命を確定させた。
ταύτης δʼ ἐφαψάμενον αὖθις ἐπὶ τὴν τῆς Ἀτρόπου ἄγειν νῆσιν, ἀμετάστροφα τὰ ἐπικλωσθέντα ποιοῦντα·
そしてこれに触れさせた後、再びアトロポスの紡ぎのところへと導き、紡がれた運命を取り返しのつかないものとした。
§10.621ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς ἀνάγκης ἰέναι θρόνον, καὶ διʼ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον διὰ καύματός τε καὶ πνίγους δεινοῦ·
そこから、もはや振り返ることなく、必然の王座の下へと進、その下を通り抜けた。 他の者たちも皆通り抜けると、彼ら全員は、恐ろしい酷暑と息苦しさの中を、忘却の平原へと旅立った。
καὶ γὰρ εἶναι αὐτὸ κενὸν δένδρων τε καὶ ὅσα γῆ φύει.
というのも、その平原は樹木も、大地の生み出すいかなるものも生えていない、不毛の地であったからである。
σκηνᾶσθαι οὖν σφᾶς ἤδη ἑσπέρας γιγνομένης παρὰ τὸν Ἀμέλητα ποταμόν, οὗ τὸ ὕδωρ ἀγγεῖον οὐδὲν στέγειν.
そこで彼らは、すでに夕刻となったので、いかなる器もその水を留めておくことのできないアメレース川のほとりに陣を敷いた。
μέτρον μὲν οὖν τι τοῦ ὕδατος πᾶσιν ἀναγκαῖον εἶναι πιεῖν, τοὺς δὲ φρονήσει μὴ σῳζομένους πλέον πίνειν τοῦ μέτρου·
さて、すべての人がある一定の量の水を飲むことが義務づけられていたが、思慮によって自らを守ることのできない者たちは、その量を超えて多く飲んでしまった。
τὸν δὲ ἀεὶ πιόντα πάντων ἐπιλανθάνεσθαι.
そしてその水を飲むたびに、人はすべてのことを忘れてしまうのであった。
ἐπειδὴ δὲ κοιμηθῆναι καὶ μέσας νύκτας γενέσθαι, βροντήν τε καὶ σεισμὸν γενέσθαι, καὶ ἐντεῦθεν ἐξαπίνης ἄλλον ἄλλῃ φέρεσθαι ἄνω εἰς τὴν γένεσιν, ᾄττοντας ὥσπερ ἀστέρας.
彼らが眠りにつき、夜中になったとき、雷鳴と地震が起こり、そこから突如として、彼らは流れ星のように飛び散りながら、それぞれ異なる方向へと、生まれ出ずる世界に向かって上方へと運ばれた。
αὐτὸς δὲ τοῦ μὲν ὕδατος κωλυθῆναι πιεῖν·
しかしエル自身は水を飲むことを禁じられた。
ὅπῃ μέντοι καὶ ὅπως εἰς τὸ σῶμα ἀφίκοιτο, οὐκ εἰδέναι, ἀλλʼ ἐξαίφνης ἀναβλέψας ἰδεῖν ἕωθεν αὑτὸν κείμενον ἐπὶ τῇ πυρᾷ.
もっとも、どのようにして、またいかにして自分が身体に戻ったのかは分からなかったが、不意に目を開けると、夜明けに自分が葬儀の薪積みのうえに横たわっているのを見たのである。
καὶ οὕτως, ὦ Γλαύκων, μῦθος ἐσώθη καὶ οὐκ ἀπώλετο, καὶ ἡμᾶς ἂν σώσειεν, ἂν πειθώμεθα αὐτῷ, καὶ τὸν τῆς Λήθης ποταμὸν εὖ διαβησόμεθα καὶ τὴν ψυχὴν οὐ μιανθησόμεθα.
このようにして、グラウコンよ、物語は保存されて滅びることはなかった。 そして、もし私たちがこれを信じるならば、この物語は私たちをも救ってくれるだろう。 そうすれば私たちは忘却の川を無事に渡り、魂を汚すこともないであろう。
ἀλλʼ ἂν ἐμοὶ πειθώμεθα, νομίζοντες ἀθάνατον ψυχὴν καὶ δυνατὴν πάντα μὲν κακὰ ἀνέχεσθαι, πάντα δὲ ἀγαθά, τῆς ἄνω ὁδοῦ ἀεὶ ἑξόμεθα καὶ δικαιοσύνην μετὰ φρονήσεως παντὶ τρόπῳ ἐπιτηδεύσομεν, ἵνα καὶ ἡμῖν αὐτοῖς φίλοι ὦμεν καὶ τοῖς θεοῖς, αὐτοῦ τε μένοντες ἐνθάδε, καὶ ἐπειδὰν τὰ ἆθλα αὐτῆς κομιζώμεθα, ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι, καὶ ἐνθάδε καὶ ἐν τῇ χιλιέτει πορείᾳ, ἣν διεληλύθαμεν, εὖ πράττωμεν.
いやむしろ、もしあなたが私を信じ、魂は不死であり、あらゆる悪にもあらゆる善にも耐えうるものであると考えるならば、私たちは常に上り坂の道を進み、あらゆる方法で思慮を伴った正義を実践するであろう。 それは、私たちがこの世にとどまっている間も、また、勝利者たちが賞品を集めて回るように、正義の褒賞を受け取るときにも、私たちが自分自身にとっても神々にとっても友であり、この世においても、また私たちが語ってきたあの千年の旅路においても、幸福であるためである。 」