§450ΣΩ. ἆρʼ οὖν, ἣν νυνδὴ ἐλέγομεν, ἡ ἰατρικὴ περὶ τῶν καμνόντων ποιεῖ δυνατοὺς εἶναι φρονεῖν καὶ λέγειν;
ソクラテス:それでは、さきほど言及した医学は、病人のことについて思慮を巡らし、語ることを可能にするのだろうか。
ΓΟΡ. ἀνάγκη.
ΓΟΡ. 当然そうです。
ΣΩ. καὶ ἡ ἰατρικὴ ἄρα, ὡς ἔοικεν, περὶ λόγους ἐστίν.
ソクラテス:では、医学もまた、どうやら言葉に関するもののようだね。
ΓΟΡ. ναί.
ΓΟΡ. はい。
ΣΩ. τούς γε περὶ τὰ νοσήματα;
ソクラテス:少なくとも病気に関する言葉についてだね。
ΓΟΡ. μάλιστα.
ΓΟΡ. その通りです。
ΣΩ. οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶν τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν;
ソクラテス:では、体育もまた、身体の健康な状態や不健康な状態に関する言葉についてなのだね。
ΓΟΡ. πάνυ γε.
ΓΟΡ. まさにその通りです。
ΣΩ. καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, ὦ Γοργία, οὕτως ἔχουσιν·
ソクラテス:さらにまた、他の技術も、ゴルギアス、同様の状態にある。
ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν ἡ τέχνη.
それらのそれぞれは、それぞれの技術が対象とする事柄に関する言葉についてなのだ。
ΓΟΡ. φαίνεται.
ΓΟΡ. そのように見えます。
ΣΩ. τί οὖν δή ποτε τὰς ἄλλας τέχνας οὐ ῥητορικὰς καλεῖς, οὔσας περὶ λόγους, εἴπερ ταύτην ῥητορικὴν καλεῖς, ἣ ἂν ᾖ περὶ λόγους;
ソクラテス:それなら、言葉に関するものでありながら、なぜ他の技術を弁論術と呼ばないのか。 もし言葉に関するものであるからという理由で、この技術を弁論術と呼ぶのであれば。
ΓΟΡ. ὅτι, ὦ Σώκρατες, τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἡ ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα ἡ πρᾶξις καὶ ἡ κύρωσις διὰ λόγων ἐστίν.
ΓΟΡ. ソクラテス、なぜなら他の技術の知識は、言うなればそのすべてが手仕事やそれに類する活動に関するものであるのに対し、弁論術にはそのような手仕事は一切なく、その活動と決定(効力)のすべてが言葉を通じて行われるからです。
διὰ ταῦτʼ ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, ὀρθῶς λέγων, ὡς ἐγώ φημι.
それゆえ、私は弁論術を言葉に関する技術であると規定するのであり、私の言う通り、そう呼ぶのが正しいのです。
ΣΩ. ἆρʼ οὖν μανθάνω οἵαν αὐτὴν βούλει καλεῖν;
ソクラテス:はたして私は、君がそれをどのようなものとして呼びたいのか理解できているだろうか。
τάχα δὲ εἴσομαι σαφέστερον.
まもなく、よりはっきりと分かるだろう。
ἀλλʼ ἀπόκριναι·
だが、答えてくれ。
εἰσὶν ἡμῖν τέχναι.
私たちには諸技術というものがある。
ἦ γάρ;
そうではないかね。
ΓΟΡ. ναί.
ΓΟΡ. はい。
ΣΩ. πασῶν δὴ οἶμαι τῶν τεχνῶν τῶν μὲν ἐργασία τὸ πολύ ἐστιν καὶ λόγου βραχέος δέονται, ἔνιαι δὲ οὐδενὸς ἀλλὰ τὸ τῆς τέχνης περαίνοιτο ἂν καὶ διὰ σιγῆς, οἷον γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ἄλλαι πολλαί.
ソクラテス:すべての技術のうち、あるものはその大半が製作活動であって、言葉をほとんど必要とせず、またあるものは言葉を全く必要とせず、沈黙のうちにその技術の目的が達成される、と私は思う。 例えば絵画や彫刻、その他多くの技術がそうだ。
τὰς τοιαύτας μοι δοκεῖς λέγειν, περὶ ἃς οὐ φῂς τὴν ῥητορικὴν εἶναι· ἢ οὔ;
君が、弁論術はそれらに関するものではないと言っているのは、このような技術のことであるように思われるが、そうではないかね。
ΓΟΡ. πάνυ μὲν οὖν καλῶς ὑπολαμβάνεις, ὦ Σώκρατες.
ΓΟΡ. まさにその通り、実に見事に理解してくれています、ソクラテス。
ΣΩ. ἕτεραι δέ γέ εἰσι τῶν τεχνῶν αἳ διὰ λόγου πᾶν περαίνουσι, καὶ ἔργου ὡς ἔπος εἰπεῖν ἢ οὐδενὸς προσδέονται ἢ βραχέος πάνυ, οἷον ἡ ἀριθμητικὴ καὶ λογιστικὴ καὶ γεωμετρικὴ καὶ πεττευτική γε καὶ ἄλλαι πολλαὶ τέχναι, ὧν ἔνιαι σχεδόν τι ἴσους τοὺς λόγους ἔχουσι ταῖς πράξεσιν, αἱ δὲ πολλαὶ πλείους, καὶ τὸ παράπαν πᾶσα ἡ πρᾶξις καὶ τὸ κῦρος αὐταῖς διὰ λόγων ἐστίν.
ソクラテス:しかし一方で、言葉を通じてすべてを成し遂げ、手作業を、言うなれば全く必要としないか、あるいはごくわずかしか必要としない他の技術もある。 例えば、算術、計算術、幾何学、盤上遊戯、その他多くの技術だ。 それらのうち、あるものは言論と活動がほぼ同等であり、多くは言論の方が多く、全くもってすべての活動とその決定(効力)が言葉を通じてなされる。
τῶν τοιούτων τινά μοι δοκεῖς λέγειν τὴν ῥητορικήν.
君が弁論術と呼んでいるのは、このような技術の一つであるように思われる。
ΓΟΡ. ἀληθῆ λέγεις.
ΓΟΡ. おっしゃる通りです。
ΣΩ. ἀλλʼ οὔτοι τούτων γε οὐδεμίαν οἶμαί σε βούλεσθαι ῥητορικὴν καλεῖν, οὐχ ὅτι τῷ ῥήματι οὕτως εἶπες, ὅτι ἡ διὰ λόγου τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν, καὶ ὑπολάβοι ἄν τις, εἰ βούλοιτο δυσχεραίνειν ἐν τοῖς λόγοις,
τὴν ἀριθμητικὴν ἄρα ῥητορικήν, ὦ Γοργία, λέγεις;
ソクラテス:だが、君はこれらのうちのどれをも弁論術と呼びたいわけではないだろう。 君が言葉の上で「言葉を通じて決定(効力)を持つものが弁論術である」と言ったからといって、もし誰か議論で屁理屈を言いたい者がいれば、「ゴルギアス、ではあなたは算術を弁論術だと言うのですか」と突っ込むかもしれない。
ἀλλʼ οὐκ οἶμαί σε οὔτε τὴν ἀριθμητικὴν οὔτε τὴν γεωμετρίαν ῥητορικὴν λέγειν.
だが、君が算術も幾何学も弁論術と呼んでいるわけではないと私は思う。