§3Περὶ σικύας.
吸角について。
Σικύαι προκενωθέντων χρήσιμοι.
吸角はあらかじめ体液が排出された後に有用である。
πληθωρικῶν γὰρ ὑπαρχόντων οὐ χρησόμεθα ταύταις.
患者が多血症的な状態にあるときには、我々はこれらを用いないからである。
τῷ δὲ αὐτῷ λόγῳ κἀπὶ τῶν κατ’ ἐγκέφαλον καὶ μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδ’ ἐπ’ ἄλλου μορίου φλεγμαίνοντος οὐδενὸς, ἀλλ’ ὅταν μὴ ἐπιῤῥῇ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γένηται ἢ κινῆσαί τε καὶ ἐκμοχλεῦσαι τὸ καταφλεγμαῖνον, ἢ πρὸς τοὐκτὸς ἐπισπάσασθαι.
同じ理由によって、脳や髄膜の炎症に対しても、病の初期には吸角を用いない。 ちょうど、他のいかなる炎症を起こしている部位に対しても用いないのと同様である。 むしろ、もはや何も流れ込まず、我々が身体全体からあらかじめ体液を排出しており、かつ炎症を起こしているものを動かして取り除くか、あるいは外部へと引き出す必要が生じたときに用いる。
γενομένων δὲ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιθετέον τὴν σικύαν ἀντισπάσεως ἕνεκεν.
病がまだ続いている間は、患い始めている部位そのものではなく、反引のためにそれらと連続している部位に吸角をあてるべきである。
κατὰ τὴν ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς χρηστέον.
初期には、反撥的な手段を用いるべきである。
σικύα δύναται τὴν ὕλην κενῶσαι, ὀδύνην λῦσαι, φλεγμονὴν μειῶσαι, ἐμπνευμάτωσιν διαφορῆσαι, ὀρέξεις ἀνακτήσασθαι, ἄτονον στόμαχον τονώδη ποιήσασθαι, λειποθυμίας ἀπαλλάξαι, τὰ ἐκ τῶν βάθεων μεταφέρειν ῥεύματα καὶ ξηρᾶναι καὶ αἱμοῤῥαγίας ἐπισχεῖν, καὶ ἐμμήνων φθοροποιοὺς δυνάμεις ἑλκύσαι, καὶ ἔμμηνα κουφίσαι.
吸角は物質を排出し、痛みを和らげ、炎症を減らし、ガスの蓄積を散らし、食欲を回復させ、弛緩した胃に緊張を与え、失神を解消し、深部からの流れを他へ移して乾燥させ、出血を止め、月経の有害な力を引き出し、月経の流れを軽快にすることができる。
§4Περὶ ἐγχαράξεως καὶ κατασχασμοῦ.
切開と乱刺について。
Ἐγχαράξομεν μέρη τοῦ σώματος, ἤτοι φλεγμαίνοντα, ἢ σκιῤῥούμενα, ἢ τεταμένα, ἢ ἐπωδύνως ἔχοντα, ἢ ῥευματισθέντα, ἤδη στάσιν εἰληφότος τοῦ ῥευματισμοῦ, ἢ δριμείας ὕλης παρακειμένης, ἢ ἰώδους δυνάμεως ἔξωθεν ἐμπεσούσης, ἢ βουλόμενοι μεταγαγεῖν ἐξ ἑτέρων μερῶν εἰς ἄλλο τὴν ὕλην.
我々は身体の部位を切開する。 すなわち、炎症を起こしているか、硬化しているか、緊張しているか、痛みを伴っているか、あるいは体液の流出が生じている部位であり、それも流出がすでに停止しているか、刺激性の物質が隣接しているか、毒の力が外部から侵入したか、あるいは物質をある部位から別の部位へと移そうと望むときである。
οἷον σκέλη κατασχάζομεν κεφαλῆς πεπονθυίας ἢ πλεοναζούσης ὕλης ἐν τῷ σώματι μειῶσαι θέλοντες.
たとえば、頭部が罹患しているときや、身体の中の過剰な物質を減らしたいと望むときに、我々は足を乱刺する。
καὶ μάλισθ’ ὅταν ὁ πλεονασμὸς γένηται δι’ ἐποχὴν ὕλης εἰωθυίας ἀποκρίνεσθαι συνήθως.
そして特に、通常なら習慣的に排出されるはずの物質が滞留することによって過剰が生じたときがそうである。
οἷον αἱμοῤῥοΐδων ἐπισχεθεισῶν ἐγχαράσσομεν σκέλη προλουσάμενοι ἢ ἐν θερμῷ πυριᾷν ἢ σπόγγῳ.
たとえば、痔出血が止まったときに、我々はあらかじめ入浴させるか、あるいは温水もしくは海綿で温罨法を施したうえで、足を切開する。
τὸ μὲν γὰρ φλέβα διελεῖν πολλάκις τοῦ ἔτους οὐκ ἐπιτήδειον ἐνόμισα.
というのも、一年に何度も静脈を切り開くことは適当ではないと私は考えたからである。
ἅμα γὰρ αἵματι πολλῷ συνεκκρίνεται τὸ ζωτικὸν πνεῦμα.
多量の血液とともに、生命の気(プネウマ)が同時に排出されてしまうからである。
τούτου δὲ ἀναλισκομένου πυκνότερον ὅ τε ὅλος ὄγκος καταψύχεται καὶ πάντα τὰ ψυχικὰ ἔργα χεῖρον γίνεται.
これが頻繁に消費されると、身体全体が冷やされ、すべての精神的(魂の)働きが低下する。
διὰ τοῦτο ἀπὸ τῶν ἀκυρωτέρων, οἷον σκελῶν, τὴν ἀφαίρεσιν δεῖ ποιεῖσθαι.
このため、より重要性の低い部位、たとえば足から、血液の除去を行うべきである。
ὠφελεῖ δὲ ἡ ἐγχάραξις καὶ ὀφθαλμοὺς χρονίως ῥευματιζομένους καὶ κεφαλῆς διαθέσεις καὶ τὰ περὶ θώρακα καὶ μετάφρενα καὶ συνάγχας καὶ σφηνώσεις.
また、切開は、慢性的な体液の流出に悩む眼、頭部の疾患、胸部や肩甲骨の間の部位、および咽頭炎や閉塞にも効果がある。