§244ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
だが私に、あなたの二つの弁論のうち、もう一方の、何一つ返済しない方を教えてください。
報酬ならあなたが私に要求するどんなものでも、神々に誓ってあなたにお支払いすることを約束します。
§247ποίους θεοὺς ὀμεῖ σύ;
いったいどんな神々に君は誓うというのだ?
πρῶτον γὰρ θεοὶ §248ἡμῖν νόμισμʼ οὐκ ἔστι.
そもそも、我々にとって神々は通用する通貨ではないのだ。
§248bτῷ γὰρ ὄμνυτʼ;
では、何をもって誓うのですか?
ἢ §249σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
もしかして、ビザンティオンのように鉄の通貨でかね?
§251bνὴ Δίʼ εἴπερ ἔστι γε.
ゼウスにかけて、もし本当にあるのならばぜひ。
そして、我々の女神たちである雲たちと交わって対話したいかね?
§253bμάλιστά γε.
もちろん、ぜひとも!
§254κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
それなら、この神聖な寝椅子の上に座りなさい。
§255ἰδοὺ κάθημαι.
ほら、座りました。
§256bἐπὶ τί στέφανον;
何のために冠を?
οἴμοι Σώκρατες §257ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.
ああ、ソクラテス、私をあのアタマスのように生贄として捧げないでくださいよ。
§259bεἶτα δὴ τί κερδανῶ;
それで、私は一体何を得るのです?
§260λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
弁論において、君はすれっからし、おしゃべり、きめ細かい粉になるのだ。
§261ἀλλʼ ἔχʼ ἀτρεμί.
だから、じっとしていなさい。
§261bμὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·
ゼウスにかけて、あなたは私を騙していないな。
§262καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
まぶされれば、私は本当に細かい粉になるのだから。
§263εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
老人は厳粛な沈黙を保ち、祈りに耳を傾けねばならぬ。
§264ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον, §265λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι, §266ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
おお、主にして無限なる王「大気」よ、大地を宙に浮かせて保持するお方よ、そして輝かしき「高空」よ、雷と稲妻を轟かせる崇高なる女神「雲」たちよ、宙に昇り、思想家の上に出現したまえ、おお、支配者たる女神たちよ!
§267μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
まだ、まだです! 私がこれを身にまとい、ずぶ濡れにならないようにするまでは。
§268τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
悲惨なこの私が、家から帽子さえ持ってこずにやって来たなんて!
§269ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·
さあ来てください、いと尊き雲たちよ、この男の前に姿を示すために。
§270εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, §271εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις, §272εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν, §273ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος· §274ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
オュンポスの、雪に覆われた神聖な峰々に座していようとも、あるいは父なるオケアノスの庭園で、ニンフたちと神聖な舞踏を繰り広げていようとも、あるいはナイル川の黄金の水差しから流れを汲み出していようとも、あるいはマイオティス湖、あるいはミマスの雪深き岩峰にとどまっていようとも、我々の犠牲の捧げ物を受け取り、この聖なる儀式を喜び、耳を傾けたまえ。
§275ἀέναοι Νεφέλαι §276ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, §277πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος §278ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ
常しえに流れる雲たちよ、私たちの、露に濡れた軽やかな姿を目に見えるように立ち昇らせよう、低く響き渡る父なるオケアノスから、高い山々の、木々の生い茂る頂へと。
§280δενδροκόμους, ἵνα §281τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, §282καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα, §283καὶ ποταμῶν ζαθέων κελαδήματα, §284καὶ πόντον κελάδοντα βαρύβρομον·
そうして、遠くに見える見晴らし台、そして果実を潤す神聖な大地、神聖なる河川のせせらぎ、そして低く唸り響く海を見渡そう。
なぜなら、天の疲れを知らぬ眼が、輝かしい光の中に燃え上がっているから。
さあ、雨を降らせる雲を私たちの不死の姿から振り払い、遠くまで見通す眼で、大地を見つめよう。
§291ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
おお、大いなる崇高な雲たちよ、私のお呼びする声をはっきりと聞いてくださった。
§292ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
君も彼女らの声と、同時に鳴り響いた神聖な雷の咆哮を聞いたかね?
ええ、尊きお方々よ、私も畏れ敬っています。 そして雷の音におならで応えてやりたいくらいです。
οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·
それほど私は彼女たちに怯え、震え上がっているのです。
§295κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
神の掟にかなっていようが、いまいが、今すぐにも、私は糞を漏らしそうです。
§296οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
ふざけるな、あの喜劇作家どものような真似をするでない。
§297ἀλλʼ εὐφήμει·
厳粛にするのだ。
μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
神々の大いなる群れが、歌とともに動き出しているのだから。
§298παρθένοι ὀμβροφόροι §300ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν §301Κέκροπος ὀψόμεναι πολυήρατον·
雨をもたらす乙女たちよ、パラスの光り輝く地、ケクロプスの、人々が栄えるいと愛すべき国へと行こう、それらを目にするために。
§302οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα §303μυστοδόκος δόμος §304ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται, §305οὐρανίοις τε θεοῖς δωρήματα, §306ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα, §307καὶ πρόσοδοι μακάρων ἱερώταται, §308εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,
そこでは言葉に尽くせぬ秘儀への崇敬があり、秘儀を執り行う神殿が聖なる入信の儀において開かれ、天上の神々への贈り物が、そして高くそびえる神殿や神像が、そして至福なる者たちへの極めて神聖な行列があり、美しく飾られた神々への犠牲と饗宴が、あらゆる季節に行われている。
§310παντοδαπαῖς ἐν ὥραις, §311ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις, §312εὐκελάδων τε χορῶν ἐρεθίσματα, §313καὶ μοῦσα βαρύβρομος αὐλῶν.
そして春が訪れれば、ブロミオスの恵みが、美しく響き渡る合唱の競演、そしてフルートの重々しく響く調べがあるのだ。
§314πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται
ゼウスにかけてお願いします、教えてくださいソクラテス。
§315αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν;
この厳かな歌を歌った彼女たちは誰なのですか?
μῶν ἡρῷναί τινές εἰσιν;
もしかして、何かの半神のヒロインたちですか?
§316ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·
とんでもない、彼女たちは天上の雲であり、怠惰な男たちにとっての大いなる女神たちだ。
§317αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν §318καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
彼女たちこそが我々に判断力、弁証術、知性を、そして大言壮語、遠回しな言い回し、舌戦、理解力を授けてくれるのだ。
§319ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται, §320καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν, §321καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
それゆえに、彼女らの声を聞いて私の魂は舞い上がり、今や細かな議論を交わし、煙のような些細なことについて屁理屈を並べ、ささやかな格言で別の格言を突き刺して、別の議論で言い返すことを求めているのです。
§322ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
ですから、もし何とかできるなら、今すぐ彼女らの姿をはっきりと見たいと切望しています。
§323βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ·
では、あそこのパルネス山の方を見なさい。
ἤδη γὰρ ὁρῶ κατιούσας §324ἡσυχῇ αὐτάς.
彼女たちが静かに降りてくるのが、もう見えるから。
§324bφέρε ποῦ;
どこですか?
δεῖξον.
見せてください。
こちらへ進んでくる、非常に大勢で、谷間や生い茂る森を抜けて。 あそこを斜め横切るように。
§325bτί τὸ χρῆμα;
いったいどういうことだ?
§326ὡς οὐ καθορῶ.
まだ見えませんが。
§326bπαρὰ τὴν εἴσοδον.
入り口のそばだ。
§326cἤδη νυνὶ μόλις οὕτως.
おお、今ようやく、どうにかこうにか見えました。