§9.64.1ἐνθαῦτα ἥ τε δίκη τοῦ Λεωνίδεω κατὰ τὸ χρηστήριον τοῖσι Σπαρτιήτῃσι ἐκ Μαρδονίου ἐπετελέετο, καὶ νίκην ἀναιρέεται καλλίστην ἁπασέων τῶν ἡμεῖς ἴδμεν Παυσανίης ὁ Κλεομβρότου τοῦ Ἀναξανδρίδεω·
そこで、神託に従ってレオニダスに対する報いがマルドニオスからスパルタ人たちへと果たされ、アナクサンドリデスの(子)クレオンブロトスの子パウサニアスが、我々の知るすべての勝利のうちで最も美しい勝利を勝ち取った。
§9.64.2τῶν δὲ κατύπερθέ οἱ προγόνων τὰ οὐνόματα εἴρηται ἐς Λεωνίδην·
彼のさらに上の先祖たちの名は、レオニダスに至るまで(の系譜で)すでに語られている。
ὡυτοὶ γάρ σφι τυγχάνουσι ἐόντες.
というのも、彼らにとって先祖たちは同一であるからである。
ἀποθνήσκει δὲ Μαρδόνιος ὑπὸ Ἀειμνήστου ἀνδρὸς ἐν Σπάρτῃ λογίμου, ὃς χρόνῳ ὕστερον μετὰ τὰ Μηδικὰ ἔχων ἄνδρας τριηκοσίους συνέβαλε ἐν Στενυκλήρῳ πολέμου ἐόντος Μεσσηνίοισι πᾶσι, καὶ αὐτός τε ἀπέθανε καὶ οἱ τριηκόσιοι.
ところで、マルドニオスはスパルタの著名な男アエイムネストスによって討ち取られたが、このアエイムネストスは後年、ペルシア戦争ののちに、三百人の部下を率いて、すべてのメッセニア人との戦争があった際にステニュクレロスで交戦し、彼自身もその三百人も戦死した。