§9.35.1ὣς δὲ καὶ Σπαρτιῆται, ἐδέοντο γὰρ δεινῶς τοῦ Τισαμενοῦ, πάντως συνεχώρεόν οἱ.
そのようにスパルタ人たちも、ティサメノスをひどく必要としていたため、全面的に彼に譲歩した。
συγχωρησάντων δὲ καὶ ταῦτα τῶν Σπαρτιητέων, οὕτω δὴ πέντε σφι μαντευόμενος ἀγῶνας τοὺς μεγίστους Τισαμενὸς ὁ Ἠλεῖος, γενόμενος Σπαρτιήτης, συγκαταιρέει.
スパルタ人たちがこのことをも承諾すると、このようにして、エーリス出身でスパルタ市民となったティサメノスは、予言を行うことによって、彼らのために5つの最も偉大な戦闘をともに勝ち取った。
μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο οὗτοι Σπαρτιήτῃσι πολιῆται.
全人類の中で、スパルタ人にとっての市民となったのは、彼らだけであった。
§9.35.2οἱ δὲ πέντε ἀγῶνες οἵδε ἐγένοντο, εἷς μὲν καὶ πρῶτος οὗτος ὁ ἐν Πλαταιῇσι, ἐπὶ δὲ ὁ ἐν Τεγέῃ πρὸς Τεγεήτας τε καὶ Ἀργείους γενόμενος, μετὰ δὲ ὁ ἐν Διπαιεῦσι πρὸς Ἀρκάδας πάντας πλὴν Μαντινέων, ἐπὶ δὲ ὁ Μεσσηνίων ὁ πρὸς Ἰθώμῃ, ὕστατος δὲ ὁ ἐν Τανάγρῃ πρὸς Ἀθηναίους τε καὶ Ἀργείους γενόμενος·
その5つの戦闘とは以下のものである。 第一の、そして最初のものはプラタイアにおけるこの戦闘であり、その次はテゲアにおける、テゲア人およびアルゴス人に対して行われたものであり、その次はディパイアにおける、マンティネイア人を除くすべてのアルカディア人に対して行われたものであり、その次はイトメにおけるメッセニア人に対するものであり、そして最後はタナグラにおける、アテナイ人およびアルゴス人に対して行われたものであった。
οὗτος δὲ ὕστατος κατεργάσθη τῶν πέντε ἀγώνων.
これが5つの戦闘のうち、最後に勝ち取られたものであった。