§9.31.1οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡς ἀπεκήδευσαν Μασίστιον, παρῆσαν, πυθόμενοι τοὺς Ἕλληνας εἶναι ἐν Πλαταιῇσι, καὶ αὐτοὶ ἐπὶ τὸν Ἀσωπὸν τὸν ταύτῃ ῥέοντα.
一方、マルドニオス率いる異民族たちは、マシスティオスの喪が明けると、ギリシア軍がプラタイアにいることを知ってやって来て、自らもこの地を流れるアソポス川のところに到着した。
ἀπικόμενοι δὲ ἀντετάσσοντο ὧδε ὑπὸ Μαρδονίου.
彼らは到着すると、マルドニオスによって次のように対陣して配置された。
κατὰ μὲν Λακεδαιμονίους ἔστησε Πέρσας.
ラケダイモン人の正面にはペルシア人を配置した。
§9.31.2καὶ δὴ πολλὸν γὰρ περιῆσαν πλήθεϊ οἱ Πέρσαι, ἐπί τε τάξις πλεῦνας ἐκεκοσμέατο καὶ ἐπεῖχον τοὺς Τεγεήτας.
というのも、実にペルシア人は数において大いに勝っていたので、何重もの列に深く配置されており、テゲア人の正面をも覆っていたからである。
ἔταξε δὲ οὕτω·
彼は次のように配置した。
ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων, τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας.
彼らのうちで最も強力な者をすべて選び出してラケダイモン人の正面に立たせ、より弱い者をテゲア人の正面に沿って配置した。
ταῦτα δʼ ἐποίεε φραζόντων τε καὶ διδασκόντων Θηβαίων.
彼はこれを、テーバイ人たちが指示し教えるのに従って行った。
§9.31.3Περσέων δὲ ἐχομένους ἔταξε Μήδους·
ペルシア人に隣接してメディア人を配置した。
οὗτοι δὲ ἐπέσχον Κορινθίους τε καὶ Ποτιδαιήτας καὶ Ὀρχομενίους τε καὶ Σικυωνίους.
彼らはコリントス人、ポテイデイア人、オルコメノス人、およびシキュオン人の正面を覆った。
Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους·
メディア人に隣接してバクトリア人を配置した。
οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους.
彼らはエピダウロス人、トロイゼン人、レプレオン人、ティリュンス人、マイケナイ人、およびプレイオス人の正面を覆った。
§9.31.4μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς·
バクトリア人の後ろにはインド人を立たせた。
οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Στυρέας τε καὶ Χαλκιδέας.
彼らはヘルミオネ人、エレトリア人、スチュラ人、およびカルキス人の正面を覆った。
Ἰνδῶν δὲ ἐχομένους Σάκας ἔταξε, οἳ ἐπέσχον Ἀμπρακιήτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινήτας.
インド人に隣接してサカイ人を配置した。 彼らはアンプラキア人、アナクトリオン人、レウカス人、パレ人、およびアイギナ人の正面を覆った。
§9.31.5Σακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας τε καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους·
サカイ人に隣接して、アテナイ人、プラタイア人、およびメガラ人の正面に、ボイオティア人、ロクリス人、マリス人、テッサリア人、そしてフォキス人のうちの千人を配置した。
οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδισαν, ἀλλὰ τινὲς αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι, καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετʼ αὐτοῦ ἐόντας Ἑλλήνων.
というのも、フォキス人が全員ペルシア側に味方したわけではなく、彼らの一部はパルナッソス山に拠ってギリシア側の勢力を助けており、そこから出撃してはマルドニオスの軍隊や、彼に味方しているギリシア人たちに対して略奪を働いていたからである。
ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους.
彼はまた、マケドニア人とテッサリア周辺に住む者たちをも、アテナイ人の正面に配置した。