§9.30.1ψιλῶν μὲν δὴ τῶν ἁπάντων τῶν μαχίμων ἦν τὸ πλῆθος ἕξ τε μυριάδες καὶ ἐννέα χιλιάδες καὶ ἑκατοντάδες πέντε, τοῦ δὲ σύμπαντος τοῦ Ἑλληνικοῦ τοῦ συνελθόντος ἐς Πλαταιὰς σύν τε ὁπλίτῃσι καὶ ψιλοῖσι τοῖσι μαχίμοισι ἕνδεκα μυριάδες ἦσαν, μιῆς χιλιάδος, πρὸς δὲ ὀκτακοσίων ἀνδρῶν καταδέουσαι.
戦闘に従事する軽装兵全員の総数は、六万九千五百人であった。 重装歩兵と戦闘に従事する軽装兵を合わせた、プラタイアに集結したギリシア軍全体の合計は、十一万人から一千八百人を欠くものであった。
σὺν δὲ Θεσπιέων τοῖσι παρεοῦσι ἐξεπληροῦντο αἱ ἕνδεκα μυριάδες·
しかし、その場にいたテスピアイ人たちを加えることで、この十一万人が満たされた。
παρῆσαν γὰρ καὶ Θεσπιέων ἐν τῷ στρατοπέδῳ οἱ περιεόντες, ἀριθμὸν ἐς ὀκτακοσίους καὶ χιλίους·
というのも、テスピアイ人のうちの生き残りも陣営に加わっており、その数は千八百人に上っていたからである。
ὅπλα δὲ οὐδʼ οὗτοι εἶχον.
ただし、彼らもまた武器を持っていなかった。
οὗτοι μέν νυν ταχθέντες ἐπὶ τῷ Ἀσωπῷ ἐστρατοπεδεύοντο.
さて、彼らはこのように配置され、アソポス川のほとりに陣を張った。