§9.28.1οἱ μὲν ταῦτα ἀμείβοντο, Λακεδαιμονίων δὲ ἀνέβωσε ἅπαν τὸ στρατόπεδον Ἀθηναίους ἀξιονικοτέρους εἶναι ἔχειν τὸ κέρας ἤ περ Ἀρκάδας.
彼らがこのように答えると、ラケダイモン人の陣営全体が、アテナイ人の方がアルカディア人よりも翼の配置を占めるにふさわしいと大声で叫んだ。
οὕτω δὴ ἔσχον οἱ Ἀθηναῖοι καὶ ὑπερεβάλοντο τοὺς Τεγεήτας.
こうしてアテナイ人はその位置を獲得し、テゲア人を凌いだ。
§9.28.2μετὰ δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ ἀρχὴν ἐλθόντες Ἑλλήνων. τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι· τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι, περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι.
この後に、ギリシア人のうち、後から続々と到着した者たちと、最初から来ていた者たちが次のように配置された。右翼はラケダイモン人の一万人が占めた。このうち、スパルタ人である五千人を、軽装兵であるヘイロテス三万五千人が護衛し、スパルタ人一人につき七人が配置された。 右翼はラケダイモン人の一万人が占めた。 このうち、スパルタ人である五千人を、軽装兵であるヘイロテス三万五千人が護衛し、スパルタ人一人につき七人が配置された。
§9.28.3προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς· τούτων δʼ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντακόσιοι. μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακισχίλιοι, παρὰ δὲ σφίσι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτιδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους.
スパルタ人は、名誉と勇敢さゆえに、テゲア人を自分たちの隣に立たせることを選んだ。テゲア人の重装歩兵は千五百人であった。彼らの隣にはコリント人の五千人が立ち、その隣には、パレネから来たポテイダイア人のうち、その場に居合わせた三百人が、パウサニアスから認められて立つことになった。 テゲア人の重装歩兵は千五百人であった。 彼らの隣にはコリント人の五千人が立ち、その隣には、パレネから来たポテイダイア人のうち、その場に居合わせた三百人が、パウサニアスから認められて立つことになった。
§9.28.4τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι, τούτων δὲ Σικυώνιοι τρισχίλιοι. τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι. παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι, Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι, τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι, τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι. παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι.
彼らに続いてアルカディアのオルコメノス人六百人が立ち、その次にはシキュオン人三千人が立った。彼らの隣にはエピダウロス人八百人が続いた。その隣にはトロイゼン人千人が配置され、トロイゼン人に続いてレプレオン人二百人、彼らに続いてマイケナイ人とティリュンス人四百人、彼らに続いてプレイオス人千人が配置された。その隣にはヘルミオネ人三百人が立った。 彼らの隣にはエピダウロス人八百人が続いた。 その隣にはトロイゼン人千人が配置され、トロイゼン人に続いてレプレオン人二百人、彼らに続いてマイケナイ人とティリュンス人四百人、彼らに続いてプレイオス人千人が配置された。 その隣にはヘルミオネ人三百人が立った。
§9.28.5Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι, τούτων δὲ Χαλκιδέες τετρακόσιοι, τούτων δὲ Ἀμπρακιητέων πεντακόσιοι. μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν, τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι.
ヘルミオネ人に続いてエレトリア人とステュラ人の六百人が立ち、その次にはカルキス人四百人、その次にはアンブラキア人五百人が立った。彼らの後にはレウカス人とアナクトリオン人の八百人が立ち、彼らに続いてケファレニアのパレ人二百人が立った。 彼らの後にはレウカス人とアナクトリオン人の八百人が立ち、彼らに続いてケファレニアのパレ人二百人が立った。
§9.28.6μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν. παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι. εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι. τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο, κέρας ἔχοντες τὸ εὐώνυμον, ὀκτακισχίλιοι· ἐστρατήγεε δʼ αὐτῶν Ἀριστείδης ὁ Λυσιμάχου.
彼らの後にはアイギナ人五百人が配置された。その隣にはメガラ人三千人が配置された。彼らの隣にはプラタイア人六百人が続いた。そして最後尾かつ筆頭としてアテナイ人八千人が、左翼を占めて配置された。彼らを率いたのはリュシマコスの子アリステイデスであった。 その隣にはメガラ人三千人が配置された。 彼らの隣にはプラタイア人六百人が続いた。 そして最後尾かつ筆頭としてアテナイ人八千人が、左翼を占めて配置された。 彼らを率いたのはリュシマコスの子アリステイデスであった。