§9.29.1οὗτοι, πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τεταγμένων Σπαρτιήτῃσι, ἦσαν ὁπλῖται, σύμπαντες ἐόντες ἀριθμὸν τρεῖς τε μυριάδες καὶ ὀκτὼ χιλιάδες καὶ ἑκατοντάδες ἑπτά.
これらの者は、スパルタ人に対して一人につき七人ずつ配置された者たちを除けば、すべて重装歩兵であり、全員の合計は数にして三万八千七百人であった。
ὁπλῖται μὲν οἱ πάντες συλλεγέντες ἐπὶ τὸν βάρβαρον ἦσαν τοσοῦτοι, ψιλῶν δὲ πλῆθος ἦν τόδε, τῆς μὲν Σπαρτιητικῆς τάξιος πεντακισχίλιοι καὶ τρισμύριοι ἄνδρες, ὡς ἐόντων ἑπτὰ περὶ ἕκαστον ἄνδρα, καὶ τούτων πᾶς τις παρήρτητο ὡς ἐς πόλεμον·
蛮族に対して集められた重装歩兵の総数はこれだけであり、軽装兵の数は次の通りであった。 スパルタの部隊からは、一人につき七人が配置されているものとして、三万五千人であり、彼らは一人残らず戦闘に備えて十分に武装していた。
§9.29.2οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων καὶ Ἑλλήνων ψιλοί, ὡς εἷς περὶ ἕκαστον ἐὼν ἄνδρα, πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ τρισμύριοι ἦσαν.
それ以外のラケダイモン人およびギリシア人の軽装兵は、一人につき一人が配置されているものとして、三万四千五百人であった。