§8.96.1ὡς δὲ ἡ ναυμαχίη διελέλυτο, κατειρύσαντες ἐς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυηγίων ὅσα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα, ἕτοιμοι ἦσαν ἐς ἄλλην ναυμαχίην, ἐλπίζοντες τῇσι περιεούσῃσι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα.
海戦が終了すると、ギリシア人たちは、その付近にまだ残っていた難破船の残骸をすべてサラミスへと引き上げ、王が生き残った船をなおも用いるであろうと予期して、次の海戦に備えた。
§8.96.2τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα·
しかし、難破船の残骸の多くを西風がさらって、コリアスと呼ばれるアッティカの海岸へと運んだ。
ὥστε ἀποπλησθῆναι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίης ταύτης εἰρημένοι Βάκιδι καὶ Μουσαίῳ, καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα τὸ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τούτων ἐν χρησμῷ Λυσιστράτῳ Ἀθηναίῳ ἀνδρὶ χρησμολόγῳ, τὸ ἐλελήθεε πάντας τοὺς Ἕλληνας,
"
Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι
"
τοῦτο δὲ ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι.
その結果、この海戦に関してバキスやムーサイオスによって語られていた他のすべての神託が成就しただけでなく、特に、そこへ漂着した残骸に関して、これらより何年も前にアテナイの神託解釈者リシストラトスが神託の中で語り、ギリシア人たちがみな気づかずにいた次の言葉が成就したのである。 "コリアスの女たちは櫂で煎るであろう "そして、これは王が退却した後に実現することになっていた。