§8.84.1ἐνθαῦτα ἀνῆγον τὰς νέας ἁπάσας Ἕλληνες, ἀναγομένοισι δέ σφι αὐτίκα ἐπεκέατο οἱ βάρβαροι.
そこでギリシア人たちはすべての船を出港させたが、彼らが出港するやいなや、ただちに異民族たちが襲いかかってきた。
οἱ μὲν δὴ ἄλλοι Ἕλληνες ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νέας, Ἀμεινίης δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαναχθεὶς νηὶ ἐμβάλλει·
他のギリシア人たちは船尾後退し、船を岸に近づけようとしていたが、アテナイ人でパレネ区出身の男アメイニアスは、船を進み出させて衝突した。
συμπλακείσης δὲ τῆς νεὸς καὶ οὐ δυναμένων ἀπαλλαγῆναι, οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίῃ βοηθέοντες συνέμισγον.
船が絡み合い、離れることができなくなると、そこで他の者たちもアメイニアスを救援しようとして交戦した。
§8.84.2Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίης γενέσθαι τὴν ἀρχήν, Αἰγινῆται δὲ τὴν κατὰ τοὺς Αἰακίδας ἀποδημήσασαν ἐς Αἴγιναν, ταύτην εἶναι τὴν ἄρξασαν.
アテナイ人は海戦の始まりがこのようになったと語るが、アイギナ人は、アイアコス一族を迎えるためにアイギナへ赴いていたあの船、これこそが戦闘を始めた船であると言う。
λέγεται δὲ καὶ τάδε, ὡς φάσμα σφι γυναικὸς ἐφάνη, φανεῖσαν δὲ διακελεύσασθαι ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων στρατόπεδον, ὀνειδίσασαν πρότερον τάδε,
ὦ δαιμόνιοι, μέχρι κόσου ἔτι πρύμνην ἀνακρούεσθε;
また、次のようなことも言われている。 すなわち、女性の幻影が彼らに現れ、現れると、ギリシア人の全軍に聞こえるほどの大声で呼びかけ、最初に次のように非難した。 「お前たち、常軌を逸した者たちよ、いつまでまだ船尾後退しているつもりか」