§8.43.1ἐστρατεύοντο δὲ οἵδε·
従軍したのは次の者たちであった。
ἐκ μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι, Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι καὶ ἐπʼ Ἀρτεμισίῳ·
ペロポネソスからは、ラケダイモン人が十六隻の船を提供し、コリントス人はアルテミシオンのときと同じ隻数を提供した。
Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας, Ἐπιδαύριοι δὲ δέκα, Τροιζήνιοι δὲ πέντε, Ἑρμιονέες δὲ τρεῖς, ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος, ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες.
さらに、シキュオン人が十五隻の船を提供し、エピダウロス人が十隻、トロイゼン人が五隻、ヘルミオネ人が三隻を提供した。 ヘルミオネ人を除くこれらの人々は、エリネオス、ピンドス、そしてドリュオピスから最後に移動してきた、ドーリスおよびマケドノスの民族であった。
οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες, ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες.
他方、ヘルミオネ人はドリュオプス人であり、ヘラクレスとマリス人によって、現在ドーリスと呼ばれている地方から追放された者たちである。