§8.40.1ὁ δὲ Ἑλλήνων ναυτικὸς στρατὸς ἀπὸ τοῦ Ἀρτεμισίου Ἀθηναίων δεηθέντων ἐς Σαλαμῖνα κατίσχει τὰς νέας.
ギリシアの海軍部隊は、アテナイ人の懇願によってアルテミシオンから退き、サラミスに船を停泊させた。
τῶνδε δὲ εἵνεκα προσεδεήθησαν αὐτῶν σχεῖν πρὸς Σαλαμῖνα Ἀθηναῖοι, ἵνα αὐτοὶ παῖδάς τε καὶ γυναῖκας ὑπεξαγάγωνται ἐκ τῆς Ἀττικῆς, πρὸς δὲ καὶ βουλεύσωνται τὸ ποιητέον αὐτοῖσι ἔσται.
アテナイ人が彼らにサラミスへ寄港することをさらに懇願したのは、他でもなく、自らの子供や妻をアッティカから避難させ、その上で、今後なすべきことについて相談するためであった。
ἐπὶ γὰρ τοῖσι κατήκουσι πρήγμασι βουλὴν ἔμελλον ποιήσασθαι ὡς ἐψευσμένοι γνώμης.
というのも、彼らは現在の危機的状況に直面し、これまでの見込みを裏切られた者として、協議を行う必要があったからである。
§8.40.2δοκέοντες γὰρ εὑρήσειν Πελοποννησίους πανδημεὶ ἐν τῇ Βοιωτίῃ ὑποκατημένους τὸν βάρβαρον, τῶν μὲν εὗρον οὐδὲν ἐόν, οἳ δὲ ἐπυνθάνοντο τὸν Ἰσθμὸν αὐτοὺς τειχέοντας, ὡς τὴν Πελοπόννησον περὶ πλείστου τε ποιευμένους περιεῖναι καὶ ταύτην ἔχοντας ἐν φυλακῇ, τὰ ἄλλα δὲ ἀπιέναι.
彼らは、ペロポネソス人が総力を挙げてボイオティアで異民族を待ち伏せているはずだと考えていたが、そのような事実は何ひとつ見出せなかった。 それどころか、彼らはペロポネソス人が地峡に防壁を築いており、ペロポネソスが生き残ることを最優先にしてそこを警備下に置き、その他の地域は見捨てるつもりであると知ったのである。
ταῦτα πυνθανόμενοι οὕτω δὴ προσεδεήθησαν σφέων σχεῖν πρὸς τὴν Σαλαμῖνα.
これを知ったことで、彼らはサラミスへ寄港することを懇願したのだった。