§8.39.1τούτους δὲ τοὺς δύο Δελφοὶ λέγουσι εἶναι ἐπιχωρίους ἥρωας, Φύλακόν τε καὶ Αὐτόνοον, τῶν τὰ τεμένεα ἐστὶ περὶ τὸ ἱρόν, Φυλάκου μὲν παρʼ αὐτὴν τὴν ὁδὸν κατύπερθε τοῦ ἱροῦ τῆς Προναίης, Αὐτονόου δὲ πέλας τῆς Κασταλίης ὑπὸ τῇ Ὑαμπείῃ κορυφῇ.
デルポイの人々によれば、これら二人は土地の英雄であるピュラコスとアウトノオスであり、彼らの聖域が神殿の周辺にあるという。 ピュラコスの聖域は道そのものの脇、プロナイアの神殿の上方にあり、アウトノオスの聖域はカスタリアの近く、ヒュアンペイアの峰の麓にある。
§8.39.2οἱ δὲ πεσόντες ἀπὸ τοῦ Παρνησοῦ λίθοι ἔτι καὶ ἐς ἡμέας ἦσαν σόοι, ἐν τῷ τεμένεϊ τῆς Προναίης Ἀθηναίης κείμενοι, ἐς τὸ ἐνέσκηψαν διὰ τῶν βαρβάρων φερόμενοι.
また、パルナッソスから落下した岩は、私の時代にいたるまでなお無傷で、プロナイア・アテナの聖域の中に横たわったまま残っている。 それらの岩は、異民族たちの間を突き抜けて転がり落ち、その聖域に激突したのである。
τούτων μέν νυν τῶν ἀνδρῶν αὕτη ἀπὸ τοῦ ἱροῦ ἀπαλλαγὴ γίνεται.
さて、これらの男たちの神殿からの退散は、このようにして行われた。