§8.22.1Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα, ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα.
そこでテミストクレスは、アテナイの船の中から最も足の速いものを選び出し、飲料水のある場所のあたりを巡り、岩に文字を刻み込んだ。
τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο.
翌日、その場所にやって来たイオニア人たちがアルテミシオンでこの文字を読んだ。
τὰ δὲ γράμματα τάδε ἔλεγε.
その碑文は次のように語っていた。
ἄνδρες Ἴωνες, οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι.
「イオニアの人々よ、あなたがたが父祖たちに敵対して軍を進め、ギリシアを奴隷にしようとしているのは、正義に反することである。
§8.22.2ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε· εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι, ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν.
だから、何よりもまず我々の側につくか、あるいは、もしそうすることがあなたがたに不可能であれば、今からでも我々のために中立の立場に身を置き、カリア人たちにも同様にするよう求めてほしい。
εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι, ἀλλʼ ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι, ὑμεῖς δὲ ἐν τῷ ἔργῳ, ἐπεὰν συμμίσγωμεν, ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπʼ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπʼ ὑμέων ἡμῖν γέγονε.
しかし、もしこれらのどちらも不可能で、離反するにはあまりにも重い強制の枷に繋がれているというのなら、せめて実戦において我々が交戦する際には、わざと怠慢に戦ってほしい。 あなたがたの源は我々にあること、そしてそもそも野蛮人との敵対関係が我々にとって生じたのは、あなたがたに端を発していることを思い出しながら。
§8.22.3Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε, δοκέειν ἐμοί, ἐπʼ ἀμφότερα νοέων, ἵνα ἢ λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν, ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην, ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ.
」テミストクレスがこれを書き残したのは、私の考えでは、二重の狙いがあったからである。 すなわち、この文字が王に知られないままであれば、イオニア人を翻意させて自分たちの側につかせることができるだろうし、あるいは王に報告されてクセルクセスへの讒言となれば、イオニア人たちを不信の目にさらし、彼らを海戦から退かせることができるだろう、と考えたのである。