§8.22.1Ἀθηναίων δὲ νέας τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος Θεμιστοκλέης ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα, ἐντάμνων ἐν τοῖσι λίθοισι γράμματα.
Themistocles, having selected the best-sailing ships of the Athenians, went about the places with drinking water, carving letters into the stones.
τὰ Ἴωνες ἐπελθόντες τῇ ὑστεραίῃ ἡμέρῃ ἐπὶ τὸ Ἀρτεμίσιον ἐπελέξαντο.
The Ionians, arriving on the next day at Artemision, read them.
τὰ δὲ γράμματα τάδε ἔλεγε. ἄνδρες Ἴωνες, οὐ ποιέετε δίκαια ἐπὶ τοὺς πατέρας στρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλούμενοι.
The inscription said this: 'Men of Ionia, you do not act justly in marching against your fathers and trying to enslave Greece.
§8.22.2ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε· εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι, ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν.
Rather, if possible, come over to our side; but if this is impossible for you to do, even now stand aside from the conflict for our sake, both yourselves and ask the Carians to do the same as you.
εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι, ἀλλʼ ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι, ὑμεῖς δὲ ἐν τῷ ἔργῳ, ἐπεὰν συμμίσγωμεν, ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπʼ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπʼ ὑμέων ἡμῖν γέγονε. §8.22.3Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε, δοκέειν ἐμοί, ἐπʼ ἀμφότερα νοέων, ἵνα ἢ λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν, ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην, ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ.
If, however, neither of these is possible, but you are bound under a constraint too great for you to revolt, then in the action, when we join battle, play the coward on purpose, remembering that you are descended from us, and that our enmity with the barbarian arose in the beginning from you.' Themistocles wrote this, in my opinion, with a double purpose: so that either, if the letters remained unnoticed by the King, he might make the Ionians change sides and join them, or, if they were reported and denounced to Xerxes, he might make the Ionians untrustworthy to him and keep them out of the sea-fights.