§8.127.1ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτίδαιαν.
そこで、アルタバゾスはポティダイアを包囲した。
ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος, καὶ ταύτην ἐπολιόρκεε·
また、オリュントス人をも王から離反しつつあると疑い、この都市をも包囲した。
εἶχον δὲ αὐτὴν Βοττιαῖοι ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων.
なお、この都市はマケドニア人によってテルマイオス湾から追われたボッティア人が占有していた。
ἐπεὶ δὲ σφέας εἷλε πολιορκέων, κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην, τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ, καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον.
彼は包囲して彼らを捕らえると、沼地へと連れ出して虐殺し、その都市を管理させるためにトロネのクリトブロスとカルキディケの一族に引き渡した。 こうしてカルキス人がオリュントスを領有するにいたった。