§8.127.1ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε τὴν Ποτίδαιαν.
Thereupon Artabazus besieged Potidaea.
ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος, καὶ ταύτην ἐπολιόρκεε· εἶχον δὲ αὐτὴν Βοττιαῖοι ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων.
Suspecting also that the Olynthians were revolting from the king, he besieged their city as well; this city was held by the Bottiaeans, who had been driven out from the Thermic Gulf by the Macedonians.
ἐπεὶ δὲ σφέας εἷλε πολιορκέων, κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην, τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ, καὶ οὕτω Ὄλυνθον Χαλκιδέες ἔσχον.
When he had taken them after a siege, he led them out to a marsh and slaughtered them, and handed the city over to Critobulus of Torone to govern, and to the Chalcidian race; and in this way the Chalcidians obtained Olynthus.