§8.108.1ὡς δὲ ἡμέρη ἐγίνετο, ὁρῶντες οἱ Ἕλληνες κατὰ χώρην μένοντα τὸν στρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰς νέας εἶναι περὶ Φάληρον, ἐδόκεόν τε ναυμαχήσειν σφέας παραρτέοντό τε ὡς ἀλεξησόμενοι.
夜が明けると、ギリシア人たちは陸上部隊が同じ場所にとどまっているのを見て、船もまたファレロンの周辺にいるのだと期待し、彼らが海戦を仕掛けてくるものと考え、これに防戦しようと準備を整えた。
ἐπεὶ δὲ ἐπύθοντο τὰς νέας οἰχωκυίας, αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν.
しかし、船が立ち去ったことを知ると、彼らはその直後、追撃することに決定した。
τὸν μέν νυν ναυτικὸν τὸν Ξέρξεω στρατὸν οὐκ ἐπεῖδον διώξαντες μέχρι Ἄνδρου, ἐς δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο.
ところで、クセルクセスの海軍部隊を彼らはアンドロス島まで追撃したものの目にすることはできず、アンドロスに到着して協議した。
§8.108.2Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τραπομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλέειν ἰθέως ἐπὶ τὸν Ἑλλήσποντον λύσοντας τὰς γεφύρας·
そこでテミストクレスは、諸島を経由して進み、船を追撃した上で、ただちにヘレスポントスへと航行し、橋を破壊すべきだという意見を表明した。
Εὐρυβιάδης δὲ τὴν ἐναντίην ταύτῃ γνώμην ἐτίθετο, λέγων ὡς εἰ λύσουσι τὰς σχεδίας, τοῦτʼ ἂν μέγιστον πάντων σφι κακῶν τὴν Ἑλλάδα ἐργάσαιτο.
しかしエウリュビアデスはこれと反対の意見を述べ、もし彼らが舟橋を破壊すれば、それがギリシアにとってすべての災いの中で最大のものをもたらすことになるだろうと言った。
§8.108.3εἰ γὰρ ἀναγκασθείη ὁ Πέρσης μένειν ἐν τῇ Εὐρώπῃ, πειρῷτο ἂν ἡσυχίην μὴ ἄγειν, ὡς ἄγοντι μέν οἱ ἡσυχίην οὔτε τι προχωρέειν οἷόν τε ἔσται τῶν πρηγμάτων οὔτε τις κομιδὴ τὰ ὀπίσω φανήσεται, λιμῷ τέ οἱ ἡ στρατιὴ διαφθερέεται, ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχομένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔσται προσχωρῆσαι κατὰ πόλις τε καὶ κατὰ ἔθνεα, ἤτοι ἁλισκομένων γε ἢ πρὸ τούτου ὁμολογεόντων· τροφήν τε ἕξειν σφέας τὸν ἐπέτειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν.
というのも、もしペルシア人がヨーロッパにとどまることを余余儀なくされれば、おとなしくしてはいられないだろうからだ。 なぜなら、彼がおとなしくしているならば、事態は何一つ進展せず、帰還の道も見出せないまま、その軍勢は飢えによって全滅するだろうから。 一方で、彼が行動を起こし、実行に移すならば、ヨーロッパのすべての地域が、都市ごと、あるいは民族ごとに、征服されるか、あるいはその前に降伏することによって、彼に屈服することになるだろうし、彼らは毎年、ギリシア人の収穫物を糧とすることになるだろうからである。
§8.108.4ἀλλὰ δοκέειν γὰρ νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρσην· ἐατέον ὦν εἶναι φεύγειν, ἐς ὃ ἔλθοι φεύγων ἐς τὴν ἑωυτοῦ· τὸ ἐνθεῦτεν δὲ περὶ τῆς ἐκείνου ποιέεσθαι ἤδη τὸν ἀγῶνα ἐκέλευε.
しかし、海戦で敗北したペルシア人はヨーロッパにとどまらないと思われるので、今は逃げるに任せ、逃げて自身の国に達するまでそうしておくべきであり、そののちは彼自身の領土をめぐって戦うべきである、と彼(エウリュビアデス)は促した。
ταύτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων τῶν ἄλλων οἱ στρατηγοί.
そして他のペロポネソス人たちの将軍たちもこの意見を支持した。