§8.105.1τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν.
この者に対して、不当な扱いを受けたことへの、我々の知る限りのあらゆる復讐の中で最大の復讐がこれまでになされた。
ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος ἀνὴρ Χῖος, ὃς τὴν ζόην κατεστήσατο ἀπʼ ἔργων ἀνοσιωτάτων·
というのも、彼が敵に捕らえられて売りに出されていたところを、キオス人のパニオニオスという男が買い取ったからである。 この男は極めて不浄な仕事によって生計を立てていた。
ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους, ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων.
すなわち、容姿の美しい少年を手に入れるたびに、彼は彼らを去勢してサルディスやエフェソスへ連れて行き、多額の金で売っていたのである。
§8.105.2παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροι εἰσὶ οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχίων.
異民族の間では、去勢されていない者たちに比べて、宦官の方がその全面的な忠実さのゆえに重んじられるからである。
ἄλλους τε δὴ ὁ Πανιώνιος ἐξέταμε πολλούς, ἅτε ποιεύμενος ἐκ τούτου τὴν ζόην, καὶ δὴ καὶ τοῦτον.
パニオニオスは、それを生業としていたがゆえに、他の多くの者を去勢したし、とりわけこの者をも去勢したのである。
καὶ οὐ γὰρ τὰ πάντα ἐδυστύχεε ὁ Ἑρμότιμος, ἀπικνέεται ἐκ τῶν Σαρδίων παρὰ βασιλέα μετʼ ἄλλων δώρων, χρόνου δὲ προϊόντος πάντων τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ.
そして、ヘルモティモスはあらゆる点で不運だったわけではなかったので、他の贈り物とともにサルディスから王のもとへと送られ、時が経つにつれて、クセルクセスのもとですべての宦官の中で最も重んじられるようになった。