§7.9B.1καίτοι γε ἐώθασι Ἕλληνες, ὡς πυνθάνομαι, ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος.
それにしても、私が聞き及んでいるところでは、ギリシア人というのは無知と愚鈍のゆえに、きわめて無分別に戦争を始めるのが常だということです。
ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι, ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον, ἐς τοῦτο κατιόντες μάχονται, ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται·
というのも、彼らは互いに宣戦布告をすると、最も美しく最も平坦な場所を見つけ出し、そこへ下りて行って戦うため、勝者であっても大いなる損害を被って退散することになるからです。
περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν·
敗者については、そもそも言うまでもありません。
ἐξώλεες γὰρ δὴ γίνονται·
完全に破滅してしまうのですから。
§7.9B.2τοὺς χρῆν ἐόντας ὁμογλώσσους κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον ἢ μάχῃσι·
同じ言葉を話す彼らとしては、伝令使や使者を用いて、戦い以外のあらゆる手段によって争いごとを解決すべきであったのです。
εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους, ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροι εἰσὶ δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν.
しかし、どうしても互いに戦う必要があったのだとすれば、双方がどこにおいて最も攻略しがたいかを突き止め、そこで手合わせをすべきであったのです。
τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι, ἐμέο ἐλάσαντος μέχρι Μακεδονίης γῆς, οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι.
それゆえ、ギリシア人はこのような良くないやり方に終始しているため、私がマケドニアの地まで進軍したときにも、戦おうという決意に至ることはなかったのです。