§7.92.1λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα θωρηκοφόροι τε ἐόντες καὶ κνημιδοφόροι, εἶχον δὲ τόξα κρανέινα καὶ ὀιστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια, ἐπὶ δὲ αἰγὸς δέρμα περὶ τοὺς ὤμους αἰωρεύμενον, περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους·
リュキア人は50隻の船を提供した。 彼らは胸甲を身につけ、脛当てを履いており、サンシュユの弓と羽のないアシの矢、および投げ槍を持っていた。 また、肩には山羊の皮を掛け、頭には羽飾りのついた帽子を被っていた。
ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον.
さらに、彼らは短剣と鎌を持っていた。
Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτης γεγονότες, ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἔσχον τὴν ἐπωνυμίην.
リュキア人はクレタ島の出身であり、かつてはテルミライと呼ばれていたが、アテナイ人であるパンディオンの子リュコスにちなんで現在の名を得た。