§7.92.1λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα θωρηκοφόροι τε ἐόντες καὶ κνημιδοφόροι, εἶχον δὲ τόξα κρανέινα καὶ ὀιστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια, ἐπὶ δὲ αἰγὸς δέρμα περὶ τοὺς ὤμους αἰωρεύμενον, περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους· ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον.
吕基亚人提供了五十艘船,他们穿着胸甲,戴着胫甲,并拿着山茱萸木制的弓、无羽的芦苇箭和标枪;他们的肩膀上挂着山羊皮,头上戴着饰有羽毛的帽子;他们还持有短剑和镰刀。
Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτης γεγονότες, ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἔσχον τὴν ἐπωνυμίην.
吕基亚人源自克里特岛,从前被称为特尔米拉伊人,但后来因雅典人潘迪翁之子吕科斯而得名。