§7.89.1τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι, παρείχοντο δὲ αὐτὰς οἵδε, Φοίνικες μὲν σὺν Σύροισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας, ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν, ἐνδεδυκότες δὲ θώρηκας λινέους, ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια.
The number of the triremes was twelve hundred and seven, and they were provided by the following: the Phoenicians, together with the Syrians in Palestine, provided three hundred, equipped as follows: they had on their heads helmets made very close to the Greek fashion, and they wore linen breastplates, and they had shields without rims and javelins.
§7.89.2οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον, ὡς αὐτοὶ λέγουσι, ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὸ παρὰ θάλασσαν· τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται.
These Phoenicians anciently dwelt, as they themselves say, on the Red Sea, and crossing over from there, they now dwell in the coastal part of Syria; and this region of Syria and all that which extends as far as Egypt is called Palestine.
Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας.
The Egyptians provided two hundred ships.
§7.89.3οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά, ἀσπίδας δὲ κοίλας, τὰς ἴτυς μεγάλας ἐχούσας, καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους.
These had on their heads plaited helmets, and hollow shields with broad rims, and boarding-spears and large poleaxes.
τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν, μαχαίρας δὲ μεγάλας εἶχον.
The majority of them wore breastplates, and they had large swords.