§7.87.1ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει.
これらの諸民族だけが騎兵を構成している。
ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων.
騎兵の数は、ラクダと戦車を除いて、8万に達した。
οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα, Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο·
さて、他の騎兵たちは部隊ごとに配置されていたが、アラビア人は最後尾に配置されていた。
ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους, ὕστεροι ἐτετάχατο, ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν.
馬たちがラクダをまったく受け入れられないため、騎兵隊が怯えることのないよう、彼らは後ろに配置されていた。