§7.86.1τούτων μὲν αὕτη ἡ μάχη, καὶ ἐπετετάχατο ἐς τοὺς Πέρσας·
これが彼らの戦い方であり、彼らはペルシア人の部隊に配属されていた。
Μῆδοι δὲ τήν περ ἐν τῷ πεζῷ εἶχον σκευήν, καὶ Κίσσιοι ὡσαύτως.
メディア人は、歩兵部隊において身につけていたのと同じ装備をしており、キッシア人も同様であった。
Ἰνδοὶ δὲ σκευῇ μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ κέλητας καὶ ἅρματα·
インド人は、歩兵におけるのと同じ装備を身につけていたが、乗馬および戦車を駆っていた。
ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι ἄγριοι.
そして戦車には馬や野ロバが繋がれていた。
Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ, καὶ Κάσπιοι ὁμοίως.
バクトリア人は歩兵の時と同様の装備をしており、カスピ人も同様であった。
§7.86.2Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ· ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα.
リビア人もやはり歩兵の時と全く同様の装備であり、彼らもまた全員が戦車を駆っていた。
ὣς δʼ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ.
また同様に、カスピ人とパリカニオイ人も歩兵の時と同様に装備を身につけていた。
Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτα οὐ λειπομένας ἵππων.
アラビア人は歩兵におけるのと同じ装備を身につけていたが、全員が馬に劣らぬ速さのラクダを駆っていた。