§7.87.1ταῦτα τὰ ἔθνεα μοῦνα ἱππεύει.
只有这些民族组成了骑兵。
ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων.
骑兵的人数达到八万,不包括骆驼和战车。
οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα, Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο· ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους, ὕστεροι ἐτετάχατο, ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν.
现在,其他骑兵按部队排列,而阿拉伯人则被部署在最后;因为马匹根本无法忍受骆驼,为了不让骑兵部队惊慌,他们被部署在后面。