§7.26.1ἐν ᾧ δὲ οὗτοι τὸν προκείμενον πόνον ἐργάζοντο, ἐν τούτῳ ὁ πεζὸς ἅπας συλλελεγμένος ἅμα Ξέρξῃ ἐπορεύετο ἐς Σάρδις, ἐκ Κριτάλλων ὁρμηθεὶς τῶν ἐν Καππαδοκίῃ·
これらが課された作業に従事している間に、他方、すでに集結を終えていたすべての陸上軍はクセルフセスとともにカッパドキアのクリタラを出発し、サルディスへと行軍した。
ἐνθαῦτα γὰρ εἴρητο συλλέγεσθαι πάντα τὸν κατʼ ἤπειρον μέλλοντα ἅμα αὐτῷ Ξέρξῃ πορεύεσθαι στρατόν.
というのも、クセルフセス自身とともに進軍する予定のすべての大陸の軍勢は、そこに集結するよう命じられていたからである。
§7.26.2ὃς μέν νυν τῶν ὑπάρχων στρατὸν κάλλιστα ἐσταλμένον ἀγαγὼν τὰ προκείμενα παρὰ βασιλέος ἔλαβε δῶρα, οὐκ ἔχω φράσαι·
さて、地方長官たちのうち、誰が最も見事に装備を整えた軍を率いてきて、王から定められた贈り物を受け取ったのか、私は語ることができない。
οὐδὲ γὰρ ἀρχὴν ἐς κρίσιν τούτου πέρι ἐλθόντας οἶδα.
なぜなら、彼らがそもそもこのことについて審査を求めたということ自体を、私は全く知らないからである。
§7.26.3οἳ δὲ ἐπείτε διαβάντες τὸν Ἅλυν ποταμὸν ὡμίλησαν τῇ Φρυγίῃ, διʼ αὐτῆς πορευόμενοι ἀπίκοντο ἐς Κελαινάς, ἵνα πηγαὶ ἀναδιδοῦσι Μαιάνδρου ποταμοῦ καὶ ἑτέρου οὐκ ἐλάσσονος ἢ Μαιάνδρου, τῷ οὔνομα τυγχάνει ἐὸν Καταρρήκτης, ὃς ἐξ αὐτῆς τῆς ἀγορῆς τῆς Κελαινέων ἀνατέλλων ἐς τὸν Μαίανδρον ἐκδιδοῖ·
彼らはハリュス川を渡ってフリュギアの地に入ると、そこを通り抜けて進み、ケライナイに到着した。 そこではマイアンドロス川と、それと劣らず大きなもう一つの川の源泉が湧き出ており、その後者の川の名はたまたまカタラクテスと呼ばれ、ケライナイの広場そのものから湧き出てマイアンドロス川へと流れ込んでいる。
ἐν τῇ καὶ ὁ τοῦ Σιληνοῦ Μαρσύεω ἀσκὸς ἀνακρέμαται, τὸν ὑπὸ Φρυγῶν λόγος ἔχει ὑπὸ Ἀπόλλωνος ἐκδαρέντα ἀνακρεμασθῆναι.
その広場にはまた、シレノスであるマルシュアスの皮袋が吊るされており、フリュギア人の伝えるところによれば、彼はアポロンによって皮を剥がれた後にそこに吊るされたのだという。