§7.225.1Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι μαχόμενοι, καὶ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγίνετο πολλός, ἐς ὃ τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις.
クセルクセスの二人の兄弟もまさにこの場所で戦って斃れ、レオニダスの遺体をめぐってペルシア人とラケダイモン人との間で激しい押し合いが生じたが、ついにはギリシア人たちがその武勇によってこれを引きずり出し、敵を四度にわたって撃退した。
τοῦτο δὲ συνεστήκεε μέχρι οὗ οἱ σὺν Ἐπιάλτῃ παρεγένοντο.
そしてこの激闘は、エピアルテスを伴う者たちが到着するまで続いた。
§7.225.2ὡς δὲ τούτους ἥκειν ἐπύθοντο οἱ Ἕλληνες, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ νεῖκος·
しかし彼らが到着したことをギリシア人たちが知ると、そこからはもはや戦いの様相が一変した。
ἔς τε γὰρ τὸ στεινὸν τῆς ὁδοῦ ἀνεχώρεον ὀπίσω, καὶ παραμειψάμενοι τὸ τεῖχος ἐλθόντες ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντες ἁλέες οἱ ἄλλοι πλὴν Θηβαίων.
というのも、彼らは道の狭い場所へと後退し、城壁を通り過ぎて進み、テーバイ人を除く他の全員が一団となって丘の上に陣取ったからである。
ὁ δὲ κολωνὸς ἐστὶ ἐν τῇ ἐσόδῳ, ὅκου νῦν ὁ λίθινος λέων ἕστηκε ἐπὶ Λεωνίδῃ.
この丘は入り口のところにあり、そこには現在、レオニダスのために石の獅子像が立っている。
§7.225.3ἐν τούτῳ σφέας τῷ χώρῳ ἀλεξομένους μαχαίρῃσι, τοῖσι αὐτῶν ἐτύγχανον ἔτι περιεοῦσαι, καὶ χερσὶ καὶ στόμασι κατέχωσαν οἱ βάρβαροι βάλλοντες, οἳ μὲν ἐξ ἐναντίης ἐπισπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεος συγχώσαντες, οἳ δὲ περιελθόντες πάντοθεν περισταδόν.
この場所で、まだ手元に残っていた短剣や、さらには素手や歯をもって防戦するギリシア人たちを、野蛮人たちは四方から飛び道具を浴びせて埋め尽くした。 ある者たちは正面から追撃して城壁の防壁を崩して進み、またある者たちは四方から回り込んで彼らを取り囲んだのである。