§7.185.1τὸ δὲ δὴ ἐκ τῆς Εὐρώπης ἀγόμενον στράτευμα ἔτι προσλογιστέα τούτῳ παντὶ τῷ ἐξηριθμημένῳ·
さて、ヨーロッパから率いられた軍勢も、この合算されたすべての数にさらに加えられねばならない。
δόκησιν δὲ δεῖ λέγειν.
しかし、これについては推測を述べねばならない。
νέας μέν νυν οἱ ἀπὸ Θρηίκης Ἕλληνες καὶ οἱ ἐκ τῶν νήσων τῶν ἐπικειμενέων τῇ Θρηίκῃ παρείχοντο εἴκοσι καὶ ἑκατόν·
さて、トラキア地方のギリシア人およびトラキアに近接する諸島の住民は百二十隻の船を提供した。
ἐκ μέν νυν τουτέων τῶν νεῶν ἄνδρες τετρακισχίλιοι καὶ δισμύριοι γίνονται.
さて、これらの船から、男たちの数は二万四千人となる。
§7.185.2πεζοῦ δὲ τὸν Θρήικες παρείχοντο καὶ Παίονες καὶ Ἐορδοὶ καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένος καὶ Βρύγοι καὶ Πίερες καὶ Μακεδόνες καὶ Περραιβοὶ καὶ Ἐνιῆνες καὶ Δόλοπες καὶ Μάγνητες καὶ Ἀχαιοὶ καὶ ὅσοι τῆς Θρηίκης τὴν παραλίην νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδας δοκέω γενέσθαι.
また歩兵であるが、トラキア人、パイオニア人、エオルドイ人、ボッティアイオイ人、カルキディケの諸族、ブリュゴイ人、ピエレス人、マケドニア人、ペッライボイ人、エニエネス人、ドロペス人、マグネス人、アカイア人、そしてトラキアの沿岸地方に居住するすべての人々が提供した歩兵について、私はこれらの民族から三十万人が集まったと推測する。
§7.185.3αὗται ὦν αἱ μυριάδες ἐκείνῃσι προστεθεῖσαι τῇσι ἐκ τῆς Ἀσίης, γίνονται αἱ πᾶσαι ἀνδρῶν αἱ μάχιμοι μυριάδες διηκόσιαι καὶ ἑξήκοντα καὶ τέσσερες, ἔπεισι δὲ ταύτῃσι ἑκατοντάδες ἑκκαίδεκα καὶ δεκάς.
したがって、これらの万の軍勢が、アジアからのあの軍勢に加えられると、戦闘員の男たちの総数は二百六十四万となり、これにさらに千六百十人が加わる。