§7.185.1τὸ δὲ δὴ ἐκ τῆς Εὐρώπης ἀγόμενον στράτευμα ἔτι προσλογιστέα τούτῳ παντὶ τῷ ἐξηριθμημένῳ· δόκησιν δὲ δεῖ λέγειν.
至于从欧洲带出来的军队,也必须加到这所有已计算的人数之中;然而,这只能根据推测来说。
νέας μέν νυν οἱ ἀπὸ Θρηίκης Ἕλληνες καὶ οἱ ἐκ τῶν νήσων τῶν ἐπικειμενέων τῇ Θρηίκῃ παρείχοντο εἴκοσι καὶ ἑκατόν· ἐκ μέν νυν τουτέων τῶν νεῶν ἄνδρες τετρακισχίλιοι καὶ δισμύριοι γίνονται.
现在,来自色雷斯的希腊人以及来自靠近色雷斯诸岛的人们提供了一百二十艘船;而从这些船上,人数达到了两万四千人。
§7.185.2πεζοῦ δὲ τὸν Θρήικες παρείχοντο καὶ Παίονες καὶ Ἐορδοὶ καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένος καὶ Βρύγοι καὶ Πίερες καὶ Μακεδόνες καὶ Περραιβοὶ καὶ Ἐνιῆνες καὶ Δόλοπες καὶ Μάγνητες καὶ Ἀχαιοὶ καὶ ὅσοι τῆς Θρηίκης τὴν παραλίην νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδας δοκέω γενέσθαι.
而在步兵方面,色雷斯人、派奥尼亚人、埃尔多伊人、波提埃伊人、卡尔基迪克诸族、布里戈伊人、皮埃雷斯人、马其顿人、佩赖博伊人、埃尼埃内斯人、多洛佩斯人、马格内斯人、阿卡亚人,以及所有居住在色雷斯沿岸地区的人所提供的步兵,我估计从这些民族中总共达到了三十万人。
§7.185.3αὗται ὦν αἱ μυριάδες ἐκείνῃσι προστεθεῖσαι τῇσι ἐκ τῆς Ἀσίης, γίνονται αἱ πᾶσαι ἀνδρῶν αἱ μάχιμοι μυριάδες διηκόσιαι καὶ ἑξήκοντα καὶ τέσσερες, ἔπεισι δὲ ταύτῃσι ἑκατοντάδες ἑκκαίδεκα καὶ δεκάς.
因此,这些万人之数,如果加到来自亚洲的那些人数之上,所有的战斗人员总数就达到了二百六十四万,此外还要再加上一千六百一十人。