Humanitext Reader

ヘロドトス · 歴史 §7.184.1-7.184.5

アジアから進発したペルシア軍総兵力の試算

1247 / 1577 箇所 · ギリシア語

要旨

著者は、テルモピュライに到達するまでのペルシア軍の兵力を詳細に計算し、アジアから進発した海軍および陸軍の総数が230万人を超えていたことを示す。

§7.184.1μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθής τε κακῶν ἦν ὁ στρατός, καὶ πλῆθος ἦν τηνικαῦτα ἔτι, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, τῶν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆς Ἀσίης, ἐουσέων ἑπτὰ καὶ διηκοσιέων καὶ χιλιέων, τὸν μὲν ἀρχαῖον ἑκάστων τῶν ἐθνέων ἐόντα ὅμιλον τέσσερας καὶ εἴκοσι μυριάδας καὶ πρὸς χιλιάδα τε καὶ τετρακοσίους, ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι ἐν ἑκάστῃ νηί.
さて、この場所およびテルモピュライにいたるまでは、軍勢は災いから免れて被害を受けておらず、その数は、当時まだ、私が計算して見いだすところによれば、次のようであった。 すなわち、アジアから来た千二百七隻の船の乗組員については、各船に二百人ずつと計算すると、各民族の元々の群衆は二十四万千四百人であった。
§7.184.2ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν, χωρὶς ἑκάστων τῶν ἐπιχωρίων ἐπιβατέων, Περσέων τε καὶ Μήδων καὶ Σακέων τριήκοντα ἄνδρες.
また、これらの船には、それぞれの土地独自の戦闘員とは別に、ペルシア人、メディア人、サカイ人の戦闘員三十人がそれぞれに乗り込んでいた。
οὗτος ἄλλος ὅμιλος γίνεται τρισμύριοι καὶ ἑξακισχίλιοι καὶ πρὸς διηκόσιοί τε καὶ δέκα.
この別の群衆は、三万六千二百十人となる。
§7.184.3προσθήσω δʼ ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺς ἐκ τῶν πεντηκοντέρων, ποιήσας, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον, ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι.
私はこの数と先の数に、さらに五十橈船の乗組員を加えることにするが、それらの船には、それより多かったか少なかったかは別として、一隻あたり平均して八十人が乗り込んでいたと想定する。
συνελέχθη δὲ ταῦτα τὰ πλοῖα, ὡς καὶ πρότερον εἰρέθη, τρισχίλια.
これらの船は、以前にも述べたように、三千隻集まっていた。
ἤδη ὦν ἄνδρες ἂν εἶεν ἐν αὐτοῖσι τέσσερες μυριάδες καὶ εἴκοσι.
したがって、これらに乗り込んでいた男たちは二十四万人ということになるだろう。
§7.184.4τοῦτο μὲν δὴ τό ἐκ τῆς Ἀσίης ναυτικὸν ἦν, σύμπαν ἐὸν πεντήκοντα μυριάδες καὶ μία, χιλιάδες δὲ ἔπεισι ἐπὶ ταύτῃσι ἑπτὰ καὶ πρὸς ἑκατοντάδες ἓξ καὶ δεκάς.
さて、これがアジアからの海軍であり、総計で五十一万七千六百十人であった。
τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες ἐγένοντο, τῶν δὲ ἱππέων ὀκτὼ μυριάδες.
一方、歩兵は百七十万人であり、騎兵は八万人であった。
προσθήσω δʼ ἔτι τούτοισι τὰς καμήλους τοὺς ἐλαύνοντας Ἀραβίους καὶ τοὺς τὰ ἅρματα Λίβυας, πλῆθος ποιήσας δισμυρίους ἄνδρας.
私はこれらにさらに、ラクダを駆るアラビア人と戦車を駆るリビア人を加えるが、その数を二万人とする。
§7.184.5καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθος συντιθέμενον γίνεται διηκόσιαί τε μυριάδες καὶ τριήκοντα καὶ μία, καὶ πρὸς χιλιάδες ἑπτὰ καὶ ἑκατοντάδες ἓξ καὶ δεκάς.
こうして、船の乗組員と陸上軍の総数は、合わせると二百三十一万七千六百十人となる。
τοῦτο μὲν τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν εἴρηται, ἄνευ τε τῆς θεραπηίης τῆς ἑπομένης καὶ τῶν σιταγωγῶν πλοίων καὶ ὅσοι ἐνέπλεον τούτοισι.
アジア自体から進発したこの軍勢の数は以上のように述べられたが、これには随行する従者たち、および糧食輸送船とそれに乗り込んでいた者たちは含まれていない。

語釈・文法注

  1. §7.184.1ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω — 接続詞 ὡς が導く比較・制限節。現在分詞 συμβαλλόμενος(「計算する」)を伴って「私が計算して見いだすところによれば」という意味になる。
  2. §7.184.1ὡς ἀνὰ διηκοσίους ἄνδρας λογιζομένοισι — 前置詞 ἀνά は配分(「〜につき、〜ずつ」)を表す。分詞の複数与格 λογιζομένοισι は関係者の与格で、「(計算する者にとって)計算すれば」という条件的な意味を表す。
  3. §7.184.3ποιήσας, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον, ἀνʼ ὀγδώκοντα ἄνδρας ἐνεῖναι — 分詞 ποιήσας は「仮定する、見なす」の意。不定詞 ἐνεῖναι は対格 ὀγδώκοντα ἄνδρας を意味上の主語とする対格不定詞構文。挿入節 ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλασσον は「それより多いか少ないか(に関わらず)」の意。
  4. §7.184.5τὸ ἐξ αὐτῆς τῆς Ἀσίης στράτευμα ἐξαναχθὲν — 名詞 στράτευμα と一致するアオリスト受動分詞 ἐξαναχθὲν は限定的(形容詞的)に用いられ、「アジアそのものから進発した軍勢」という修飾関係を示す。

この箇所を引用する

ヘロドトス, 歴史 §7.184.1-7.184.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.184.1-7.184.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。