§7.183.1ταῦτα οἱ Ἕλληνες οἱ ἐπʼ Ἀρτεμισίῳ στρατοπεδευόμενοι πυνθάνονται παρὰ πυρσῶν ἐκ Σκιάθου·
これらのことを、アルテミシオンに駐屯しているギリシア人たちは、スキアトス島からの狼煙によって知った。
πυθόμενοι δὲ καὶ καταρρωδήσαντες ἀπὸ τοῦ Ἀρτεμισίου μετορμίζοντο ἐς Χαλκίδα, φυλάξοντες μὲν τὸν Εὔριπον, λείποντες δὲ ἡμεροσκόπους περὶ τὰ ὑψηλὰ τῆς Εὐβοίης.
彼らはこれを知ると、また恐れをなして、アルテミシオンからカルキスへと停泊地を移した。 それはエウリポス海峡を警備するためであり、エウボイアの高地周辺には昼間の見張り番を残していった。
§7.183.2τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ Μαγνησίης, καλεόμενον δὲ Μύρμηκα.
一方、バルバロイの十隻の船のうち三隻が、スキアトスとマグネシアの間にある、ミュルメクスと呼ばれる暗礁のところへと進んだ。
ἐνθαῦτα οἱ βάρβαροι ἐπειδὴ στήλην λίθου ἐπέθηκαν κομίσαντες ἐπὶ τὸ ἕρμα, ὁρμηθέντες αὐτοὶ ἐκ Θέρμης, ὥς σφι τὸ ἐμποδὼν ἐγεγόνεε καθαρόν, ἐπέπλεον πάσῃσι τῇσι νηυσί, ἕνδεκα ἡμέρας παρέντες μετὰ τὴν βασιλέος ἐξέλασιν ἐκ Θέρμης.
そこでバルバロイは、石の柱を運んでその暗礁の上に立てた。 こうして障害物が自分たちの航路から取り除かれて安全になると、彼ら自身はテルメから出港し、王がテルメから進軍した十一日後に、すべての船で進航した。
§7.183.3τὸ δὲ ἕρμα σφι κατηγήσατο ἐὸν ἐν πόρῳ μάλιστα Πάμμων Σκύριος.
なお、スカイロス人パンモンが、その暗礁が航路のまさに通り道にあることを彼らに指し示したのであった。
πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς.
バルバロイは一日中航行して、マグネシア地方を通り抜け、セピアス岬、およびカスタナイアの町とセピアス岬の間に広がる海岸へと到達した。