§7.183.1ταῦτα οἱ Ἕλληνες οἱ ἐπʼ Ἀρτεμισίῳ στρατοπεδευόμενοι πυνθάνονται παρὰ πυρσῶν ἐκ Σκιάθου· πυθόμενοι δὲ καὶ καταρρωδήσαντες ἀπὸ τοῦ Ἀρτεμισίου μετορμίζοντο ἐς Χαλκίδα, φυλάξοντες μὲν τὸν Εὔριπον, λείποντες δὲ ἡμεροσκόπους περὶ τὰ ὑψηλὰ τῆς Εὐβοίης.
The Greeks stationed at Artemision learned of these things by fire-signals from Skiathos; and having learned them and fallen into great fear, they moved their anchorage from Artemision to Chalcis, intending to guard the Euripos, while leaving day-watchmen on the heights of Euboea.
§7.183.2τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖς ἐπήλασαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Σκιάθου τε καὶ Μαγνησίης, καλεόμενον δὲ Μύρμηκα.
Of the ten barbarian ships, three sailed towards the reef which lies between Skiathos and Magnesia, called Myrmex.
ἐνθαῦτα οἱ βάρβαροι ἐπειδὴ στήλην λίθου ἐπέθηκαν κομίσαντες ἐπὶ τὸ ἕρμα, ὁρμηθέντες αὐτοὶ ἐκ Θέρμης, ὥς σφι τὸ ἐμποδὼν ἐγεγόνεε καθαρόν, ἐπέπλεον πάσῃσι τῇσι νηυσί, ἕνδεκα ἡμέρας παρέντες μετὰ τὴν βασιλέος ἐξέλασιν ἐκ Θέρμης.
There, after the barbarians had brought a stone pillar and set it up on the reef, they themselves set out from Therma, and when the obstacle had become clear to them, they sailed with all their ships, eleven days having elapsed after the king's departure from Therma.
§7.183.3τὸ δὲ ἕρμα σφι κατηγήσατο ἐὸν ἐν πόρῳ μάλιστα Πάμμων Σκύριος.
It was Pammon of Scyros who had pointed out to them the reef, which lay directly in their course.
πανημερὸν δὲ πλέοντες οἱ βάρβαροι ἐξανύουσι τῆς Μαγνησίης χώρης ἐπὶ Σηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς.
Sailing the whole day, the barbarians completed their passage of the Magnesian territory to Sepias and the beach that lies between the city of Casthanaea and the promontory of Sepias.