§7.182.1αἱ μὲν δὴ δύο τῶν νεῶν οὕτω ἐχειρώθησαν·
このようにして二隻の船は拿捕された。
ἡ δὲ τρίτη, τῆς ἐτριηράρχεε Φόρμος ἀνὴρ Ἀθηναῖοις, φεύγουσα ἐξοκέλλει ἐς τὰς ἐκβολὰς τοῦ Πηνειοῦ, καὶ τοῦ μὲν σκάφεος ἐκράτησαν οἱ βάρβαροι, τῶν δὲ ἀνδρῶν οὔ·
しかし、アテナイ人フォルモスが船長を務めていた三隻目の船は、逃走するうちにペネイオス川の河口に乗り上げた。 そして、バルバロイは船体こそ手に入れたものの、乗組員たちを捕らえることはできなかった。
ὡς γὰρ δὴ τάχιστα ἐπώκειλαν τὴν νέα οἱ Ἀθηναῖοι, ἀποθορόντες κατὰ Θεσσαλίην πορευόμενοι ἐκομίσθησαν ἐς Ἀθήνας.
というのも、アテナイ人たちは船を乗り上げさせるやいなや、船から飛び降りてテッサリアを通り、陸路を進んでアテナイへと帰還したからである。