§7.178.1οἱ μὲν δὴ Ἕλληνες κατὰ τάχος ἐβοήθεον διαταχθέντες, Δελφοὶ δʼ ἐν τούτῳ τῷ χρόνῳ ἐχρηστηριάζοντο τῷ θεῷ ὑπὲρ ἑωυτῶν καὶ τῆς Ἑλλάδος καταρρωδηκότες, καί σφι ἐχρήσθη ἀνέμοισι εὔχεσθαι·
一方、ギリシア人たちは分かれて配置につくと、急ぎ救援に赴いた。 他方、デルポイの人々はこの時期、自分たちとギリシアのために、恐怖に駆られて神の神託を求めていた。 そして、彼らに風に祈るようにとの神託が下された。
μεγάλους γὰρ τούτους ἔσεσθαι τῇ Ἑλλάδι συμμάχους.
というのも、風たちがギリシアにとって心強い同盟者となるからであった。
§7.178.2Δελφοὶ δὲ δεξάμενοι τὸ μαντήιον πρῶτα μὲν Ἑλλήνων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐξήγγειλαν τὰ χρησθέντα αὐτοῖσι, καί σφι δεινῶς καταρρωδέουσι τὸν βάρβαρον ἐξαγγείλαντες χάριν ἀθάνατον κατέθεντο.
デルポイの人々はその神託を受け取ると、まず、自由であることを望むギリシア人たちに自分たちに下された神託を伝え、異民族をひどく恐れていた彼らにこれを伝えたことで、不朽の恩義を施した。
μετὰ δὲ ταῦτα οἱ Δελφοὶ τοῖσι ἀνέμοισι βωμόν τε ἀπέδεξαν ἐν Θυίῃ, τῇ περ τῆς Κηφισοῦ θυγατρὸς Θυίης τὸ τέμενος ἐστί, ἐπʼ ἧς καὶ ὁ χῶρος οὗτος τὴν ἐπωνυμίην ἔχει, καὶ θυσίῃσι σφέας μετήισαν.
この後、デルポイの人々は、ケピソスの娘トゥイア(この地にその名を冠せしめた女性である)の聖域があるまさにその場所、トゥイアに風たちのための祭壇を建立し、生贄を捧げて彼らを祀った。