§7.173.1ταῦτα ἔλεγον οἱ Θεσσαλοί.
テッサリア人はこのように言った。
οἱ δὲ Ἕλληνες πρὸς ταῦτα ἐβουλεύσαντο ἐς Θεσσαλίην πέμπειν κατὰ θάλασσαν πεζὸν στρατὸν φυλάξοντα τὴν ἐσβολήν.
これに対し、ギリシア人たちは、峠を守るために、海路で歩兵軍をテッサリアへ送ることを決議した。
ὡς δὲ συνελέχθη ὁ στρατός, ἔπλεε διʼ Εὐρίπου·
軍が招集されると、エウリポスを通って航行した。
ἀπικόμενος δὲ τῆς Ἀχαιίης ἐς Ἄλον, ἀποβὰς ἐπορεύετο ἐς Θεσσαλίην, τὰς νέας αὐτοῦ καταλιπών, καὶ ἀπίκετο ἐς τὰ Τέμπεα ἐς τὴν ἐσβολὴν ἥ περ ἀπὸ Μακεδονίης τῆς κάτω ἐς Θεσσαλίην φέρει παρὰ ποταμὸν Πηνειόν, μεταξὺ δὲ Ὀλύμπου τε ὄρεος ἐόντα καὶ τῆς Ὄσσης.
そして、アカイアのアロスに到着すると、船をそこに残して上陸して陸路でテッサリアへと進み、テンペの、下マケドニアからテッサリアへと通じるペネイオス川沿いの峠、すなわちオリンポス山とオッサ山の間にあるその場所に到着した。
§7.173.2ἐνθαῦτα ἐστρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ μυρίους ὁπλίτας συλλεγέντες, καί σφι προσῆν ἡ Θεσσαλῶν ἵππος·
そこには、ギリシア人から約1万人の重装歩兵が集まって陣営を敷き、彼らにはテッサリア人の騎兵が加わっていた。
ἐστρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετος ὁ Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένος, γένεος μέντοι ἐὼν οὐ τοῦ βασιληίου, Ἀθηναίων δὲ Θεμιστοκλέης ὁ Νεοκλέος.
ラケダイモン人の将軍は、ポレマルコスから選ばれたカレノスの子エウアイネトスであったが、彼は王家の出身ではなく、アテナイ人の将軍はネオクレスの子テミストクレスであった。
ἔμειναν δὲ ὀλίγας ἡμέρας ἐνθαῦτα·
彼らはそこに数日間とどまった。
§7.173.3ἀπικόμενοι γὰρ ἄγγελοι παρὰ Ἀλεξάνδρου τοῦ Ἀμύντεω ἀνδρὸς Μακεδόνος συνεβούλευόν σφι ἀπαλλάσσεσθαι μηδὲ μένοντας ἐν τῇ ἐσβολῇ καταπατηθῆναι ὑπὸ τοῦ στρατοῦ τοῦ ἐπιόντος, σημαίνοντες τὸ πλῆθός τε τῆς στρατιῆς καὶ τὰς νέας.
というのも、アミュンタスの子でマケドニア人のアレクサンドロスから使者たちがやって来て、峠にとどまって進軍してくる大軍に踏みつぶされることのないよう、退去することを彼らに勧め、陸軍と船の多さを告げたからである。
ὡς δὲ οὗτοί σφι ταῦτα συνεβούλευον, χρηστὰ γὰρ ἐδόκεον συμβουλεύειν καί σφι εὔνοος ἐφαίνετο ἐὼν ὁ Μακεδών, ἐπείθοντο.
使者たちがこのように彼らに勧め、またその忠告は有益であると思われ、マケドニア人が好意を寄せているように見えたので、彼らは従った。
§7.173.4δοκέειν δὲ μοι, ἀρρωδίη ἦν τὸ πεῖθον, ὡς ἐπύθοντο καὶ ἄλλην ἐοῦσαν ἐσβολὴν ἐς Θεσσαλοὺς κατὰ τὴν ἄνω Μακεδονίην διὰ Περραιβῶν κατὰ Γόννον πόλιν, τῇ περ δὴ καὶ ἐσέβαλε ἡ στρατιὴ ἡ Ξέρξεω.
しかし、私に思われるに、彼らを従わせたのは恐怖であった。 というのも、彼らは上マケドニアを通りペッライボイ人の地を経てゴンノスの町へとテッサリアに通じる別の峠があることを知ったからであり、実際クセルクセスの軍隊が侵入したのもそこからであった。
καταβάντες δὲ οἱ Ἕλληνες ἐπὶ τὰς νέας ὀπίσω ἐπορεύοντο ἐς τὸν Ἰσθμόν.
ギリシア人たちは船へと下り、再び地峡へと引き返した。