§7.119.1ὣς δὲ παραπλησίως καὶ ἐν τῇσι ἄλλῃσι πόλισι οἱ ἐπεστεῶτες ἀπεδείκνυσαν τὸν λόγον. τὸ γὰρ δεῖπνον τοιόνδε τι ἐγίνετο, οἷα ἐκ πολλοῦ χρόνου προειρημένον καὶ περὶ πολλοῦ ποιευμένων· §7.119.2τοῦτο μέν, ὡς ἐπύθοντο τάχιστα τῶν κηρύκων τῶν περιαγγελλόντων, δασάμενοι σῖτον ἐν τῇσι πόλισι οἱ ἀστοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντες ἐπὶ μῆνας συχνούς· τοῦτο δὲ κτήνεα ἐσίτευον ἐξευρίσκοντες τιμῆς τὰ κάλλιστα, ἔτρεφόν τε ὄρνιθας χερσαίους καὶ λιμναίους ἔν τε οἰκήμασι καὶ λάκκοισι, ἐς ὑποδοχὰς τοῦ στρατοῦ· τοῦτο δὲ χρύσεά τε καὶ ἀργύρεα ποτήριά τε καὶ κρητῆρας ἐποιεῦντο καὶ τἆλλα ὅσα ἐπὶ τράπεζαν τιθέαται πάντα. §7.119.3ταῦτα μὲν αὐτῷ τε βασιλέι καὶ τοῖσι ὁμοσίτοισι μετʼ ἐκείνου ἐπεποίητο, τῇ δὲ ἄλλῃ στρατιῇ τὰ ἐς φορβὴν μοῦνα τασσόμενα. ὅκως δὲ ἀπίκοιτο ἡ στρατιή, σκηνὴ μὲν ἔσκε πεπηγυῖα ἑτοίμη ἐς τὴν αὐτὸς σταθμὸν ποιεέσκετο Ξέρξης, ἡ δὲ ἄλλη στρατιὴ ἔσκε ὑπαίθριος. §7.119.4ὡς δὲ δείπνου ἐγίνετο ὥρη, οἱ μὲν δεκόμενοι ἔχεσκον πόνον, οἳ δὲ ὅκως πλησθέντες νύκτα αὐτοῦ ἀγάγοιεν, τῇ ὑστεραίῃ τήν τε σκηνὴν ἀνασπάσαντες καὶ τὰ ἔπιπλα πάντα λαβόντες οὕτω ἀπελαύνεσκον, λείποντες οὐδὲν ἀλλὰ φερόμενοι.
これと同様に、他の都市でも責任者たちが決算を報告した。というのも、食事の準備は次のようなものであった。それはずっと以前から予告されており、彼らもそれを極めて重大なことと考えていたからである。まず第一に、触れ回る伝令たちから知らせを聞くやいなや、市民たちは都市の中で穀物を分配し、全員が何ヶ月もの間、小麦粉や大麦粉を作った。第二に、彼らは代金を惜しまず最も見事な家畜を探し出して肥育し、軍隊を迎えるために、陸の鳥や水の鳥を建物や池で飼育した。第三に、彼らは自分たちのために金や銀の杯や混酒器、その他食卓に載せられるすべての器物を作らせた。これらは王自身と、彼とともに食事をする同席者たちのために用意されたものであり、その他の軍勢に対しては、単に食糧として規定されたものだけが割り当てられた。そして軍勢が到着するたびに、クセルクセス自身が宿舎とする天幕が張られて準備されていたが、その他の軍勢は野宿をしていた。食事の時間になると、彼らを迎える者たちは苦役に苦しんだが、客たちのほうは、満腹してそこで夜を過ごすと、翌日には天幕を引き抜き、すべての調度品を持ち去って、このようにして出発していき、何も残さずすべてを奪い去っていった。