§7.110.1ταύτας μὲν δὴ τὰς πόλιας τὰς παραθαλασσίας τε καὶ Ἑλληνίδας ἐξ εὐωνύμου χειρὸς ἀπέργων παρεξήιε·
クセルクセスは、これら沿海にあるギリシアの都市を左手に置きながら(進路から)除外して通り過ぎた。
ἔθνεα δὲ Θρηίκων διʼ ὧν τῆς χώρης ὁδὸν ἐποιέετο τοσάδε, Παῖτοι Κίκονες Βίστονες Σαπαῖοι Δερσαῖοι Ἠδωνοὶ Σάτραι.
そして、彼がその領土を通って行軍したトラキア人の諸部族は次のとおりであった。 すなわち、パイトイ人、キコネス人、ビストネス人、サパイオイ人、デルサイオイ人、エドノイ人、サトライ人である。
τούτων οἱ μὲν παρὰ θάλασσαν κατοικημένοι ἐν τῇσι νηυσὶ εἵποντο·
これらのうち、海沿いに居住している者たちは船に乗って従った。
οἱ δὲ αὐτῶν τὴν μεσόγαιαν οἰκέοντες καταλεχθέντες τε ὑπʼ ἐμεῦ, πλὴν Σατρέων, οἱ ἄλλοι πάντες πεζῇ ἀναγκαζόμενοι εἵποντο.
一方、彼らのうち内陸に居住し、私によって列挙された者たちは、サトライ人を除いて、他の全員が強制されて陸路で(徒歩で)従った。