§7.110.1ταύτας μὲν δὴ τὰς πόλιας τὰς παραθαλασσίας τε καὶ Ἑλληνίδας ἐξ εὐωνύμου χειρὸς ἀπέργων παρεξήιε·
Xerxes passed along, keeping these coastal Greek cities on his left hand.
ἔθνεα δὲ Θρηίκων διʼ ὧν τῆς χώρης ὁδὸν ἐποιέετο τοσάδε, Παῖτοι Κίκονες Βίστονες Σαπαῖοι Δερσαῖοι Ἠδωνοὶ Σάτραι.
The tribes of the Thracians through whose territory he made his way were these: the Paeti, Cicones, Bistones, Sapaei, Dersaei, Edoni, and Satrae.
τούτων οἱ μὲν παρὰ θάλασσαν κατοικημένοι ἐν τῇσι νηυσὶ εἵποντο· οἱ δὲ αὐτῶν τὴν μεσόγαιαν οἰκέοντες καταλεχθέντες τε ὑπʼ ἐμεῦ, πλὴν Σατρέων, οἱ ἄλλοι πάντες πεζῇ ἀναγκαζόμενοι εἵποντο.
Of these, those who dwelt along the sea followed him in the ships; but those of them who inhabited the inland country and were enumerated by me, except for the Satrae, all the others followed on foot under compulsion.