§7.106.1κατέλιπε δὲ ἄνδρα τοιόνδε Μασκάμην γενόμενον, τῷ μούνῳ Ξέρξης δῶρα πέμπεσκε ὡς ἀριστεύοντι πάντων ὅσους αὐτὸς κατέστησε ἢ Δαρεῖος ὑπάρχους, πέμπεσκε δὲ ἀνὰ πᾶν ἔτος·
(クセルクセスは)以下のような人柄となったマスカメスを(ドリスコスに)残した。 クセルクセスは、自身あるいはダレイオスが総督として任命したすべての者たちの中で彼が最も優れているとして、彼に対してのみ、贈り物を送り続け、それも毎年送り続けた。
ὣς δὲ καὶ Ἀρτοξέρξης ὁ Ξέρξεω τοῖσι Μασκαμείοισι ἐκγόνοισι.
そして同じように、クセルクセスの子アルタクセルクセスも、マスカメスの子孫たちに(贈り物を送り続けた)。
κατέστασαν γὰρ ἔτι πρότερον ταύτης τῆς ἐλάσιος ὕπαρχοι ἐν τῇ Θρηίκῃ καὶ τοῦ Ἑλλησπόντου πανταχῇ.
というのも、この遠征よりさらに以前から、トラキアおよびヘレスポントスの至る所に総督たちが配置されていたからである。
§7.106.2οὗτοι ὦν πάντες οἵ τε ἐκ Θρηίκης καὶ τοῦ Ἑλλησπόντου, πλὴν τοῦ ἐν Δορίσκῳ, ὑπὸ Ἑλλήνων ὕστερον ταύτης τῆς στρατηλασίης ἐξαιρέθησαν·
そこで、これらトラキアおよびヘレスポントスの総督たちはみな、ドリスコスの総督を除いて、後にこの遠征の後、ギリシア人たちによって駆逐された。
τὸν δὲ ἐν Δορίσκῳ Μασκάμην οὐδαμοί κω ἐδυνάσθησαν ἐξελεῖν πολλῶν πειρησαμένων.
しかしドリスコスのマスカメスを駆逐することは、多くの者が試みたものの、いまだ誰もできなかった。
διὰ τοῦτο δή οἱ τὰ δῶρα πέμπεται παρὰ τοῦ βασιλεύοντος αἰεὶ ἐν Πέρσῃσι.
まさにこの理由のために、ペルシアで常に王位にある者から、彼へと贈り物が送られているのである。